Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω καὶ πληρώσω τοὺς λόγους σου.

καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα εἰς τὸν ταμεῖον· καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Ἀβειςὰ ἡ Σωμανεῖτις ἡ λειτουργοῦσα τῷ βασιλεῖ.

καὶ ἔκυψεν βηρσάβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἔστιν σοι ;

ἡ δὲ εἶπεν Κύριε, σὺ ὤμοσας ἐν τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Δαλωμὼν βασιλεύσει μετ’ ἐμέ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου.

καὶ νῦν ἰδοὺ Ἀδωνείας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·

καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Ἀβιαθὰρ τὸν ἱερέα καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.

καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρὸς σέ, ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν.

καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱός μου ἁμαρτωλοί.

καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθὰν ὁ προφήτης ἦλθεν.

καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Ναθὰν ὁ προφήτης· καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν,

καὶ εἶπεν Ναθάν Κύριέ μου βασιλεπυ, [*](Α) [*](10 Σαλωμαντα Α |αδελφον] pr τον Α 11 Βηθσαβεε Α (item 15) Αγγιθ Α | Δαυειδ]pr βασιλευς Α* pr o βας. Α 1 (ο superscr) 13 Σαλ. 0 υιο σου Α | καθιειται B a ? b] καθιεται Β * 14 σου λαλουσης Α | οπισω] +ος Α 15 Σουμανιτης Α * |om η 2° Α 17 κυριε] +μου βασιλευ Α | το θεω] pr κݲωݲ Α |Σαλ. ο υιος σου Α |καθησεται] pr αυτος Α 19 το υιους (sic) A 20 βασιλεως] β impr B ? vid 21 o υιος μου Σαλ. Α 23 και απηγγελη τω βασιλει ιδου Να|θαν ο προφητης ηλθεݲ |και ανηγγελη το βασι|λει ιδου Ναθαν ο προ|φητης Β* 9και απηγγελη . . . ηλθεݲ uncis incl B a και ανηγγελη τω| βασιλει λεγοντων· ιδου Ναθαν| ο προφητης· Α |προσωπο 1°]pr το Α 24 βασιλευς Β* (βασιλευ Β ab))

671
σὺ εἶπας Ἀδωνείας βασιλεώσει ὁπίαω μου, καὶ αὐτὸς καθήσεται ἐπὶ [*](Β) τοῦ θρόνου μου;

ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα τἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Ἀβιαθὰρ τὸν ἱερέα. καὶ ἱδού εἰσιν εἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ, καὶ εἶπαν Ζήτω ὁ βασιλεὺς Ἀδωνειού.

καὶ ἐμὲ αὐτὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν Ἰωδᾶε καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.

εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γεγονεν τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου βασιλέως μετ’αὐτόν;

καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσάβεε. καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως, καὶ ἔστη ἐνώπιον αὐτοῦ.

καὶ ὥμοσεν ὁ βασιλεύς καὶ εἶπεν Ζῇ Κύπιος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,

ὅτι καθώς ὥμοσά σοι ἐν Κυρίῳ τῷ θεῷ Ἰσραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ’ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ’ἐμοῦ,ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.

καὶ ἔκυψεν βηρσάβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυεὶδ εἰς τὸν αἰῶνα.

καὶ εἶπεν ὁ βασιλεὺς Δαυείδ Καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Ναθὰν τὸν προφήτην καὶ Βαναίαν υἱὸν Ἰωδᾶε. καὶ εἰσὴλθον ἐνώπιον τοῦ βασιλέως.

καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς Δάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ’ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γειών,