Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Σαούλ Ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυείδ· ὅτι οὐ κακοποιήσω σε, ἀνθ’ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοις σου. καὶ ἐν· τῆ̣ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα.

καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως, διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό.

καὶ κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τήν πίστιν αὐτοῦ· ὡς παρέδωκέν σε κύριος εἰς χεῖράς μου, καὶ οὐκ ἠθέλησ’ ἐπενεγκεῖν χεῖρά ἐ κυρίου.

καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχὴ σου σήμερον ἐν ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον κυρίου, καὶ σκεπάσαι με· καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως.

καὶ εἶπεν Σαοὺλ πρὸς Δαυείδ Εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν καὶ δυνάμενος δυνήσει. καὶ ἀπῆλθεν Δαυεὶδ εἰς τὸν τόπον αὐτοῦ, Σαοὺλ ἀνέστρεψεν εἰς τὴν ὁδὸν αὐτοῦ.