Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο ὃ πεποίηκας· ζῆ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου· καὶ νῦν ἴδε δὴ τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος, ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ.

καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν τοῦ Δαυεὶδ καὶ εἶπεν Ἡ φωνή σου, τέκνον, αὕτη, Δαυείδ ; καὶ εἶπεν Δαυείδ Δοῦλός σου, κύριε βασιλεῦ.

καὶ εἶπεν Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα, καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα ;

καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ θεὸς ἐπισείει σε ἐπ’ ἐμέ, ὀσφρανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἑπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ κυρίου, λέγοντες Πορεύου, δούλευε θεοῖς ἑτέροις.

καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου κυρίου· ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ἰσραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ [*](9 ταπεινωσης] διαφθείρῃς Α | αθοωθησεται B*A 10 ἔαν] pr ὅτι Α | παιδευση] Α παίσῃ Α | om η ° Α 11 om μοι Α | ἐπήνεγκεν Α 12 om ὕδατος Α | om αὐτοῦ Α Ι κυρίου] #x772; B 14 αποκριθηση B ab A | + με πρὸς ’τον βασιλέα Α 15 κύριον °] pr ’τον Α 16 κύριον] pr ’τον Α | χριστὸν Τυρίου] ras κݲυݲ A ? vid seq ras pi litt in Α 17 ἀυτὴ τέκνον 18 ειπεν] + Δαδ Α | ο κύριος καταδιώκει Α | om τι 2° Α 19 ακουσατω] + δὴ Α | ἐπ’] εἰς Α | θυσία Α | επικαταρατοι] επικαταγαγοι Α | om οὔτοι Α 20 ψύχην] pr τὴν Α)

602
[*](B) ἐν τοῖς ὄρεσιν.