Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Δαυεὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστιν μοι ἀγαθὸν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ.

καὶ ἀνέστη Δαυεὶδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ πρὸς Ἀγχοῦς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ.

καὶ ἐκάθισεν Δαυεὶδ μετὰ ᾿ Αγχούς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυεὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Ἀχεινάαμ ἡ Ἰσραηλεῖτις καὶ ᾿ Αβειγαία ἡ γυνὴ Ναβὰλ τοῦ Καρμηλίου.

καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγεν Δαυεὶδ εἰς Γέθ· καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.

καὶ εἶπεν Δαυεὶδ πρὸς ᾿ Αγχούς Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ’ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ ;