Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου. καὶ νῦν λάβε δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν καθ’ ἑαυτούς.

καὶ ἔλαβεν Δαυεὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ κεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ’ ἑαυτούς· καὶ οὐκ ἦν ὁ καὶ οὐκ ἦν ὁ γινώσκων, καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος· πάντες ὒ ὅτι θάμβος κυρίου ἔπεσεν ἐπ’ αὐτούς.

καὶ διέβη Δαυεὶδ εἰς τὸ πέραν καὶ ἵστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν.

καὶ προσεκαλέσατο Δαυεὶδ τὸν λαόν, καὶ τῷ Ἀβεννὴρ ἐλάλησεν λέγων Οὐκ ἀποκριθήσει, Ἀβεννήρ ; καὶ εἶπεν τίς εἶ σὺ ὁ καλῶν ;

καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεννήρ οὐκ ἀνὴρ σύ ; καὶ τίς ὡς σὺ ἐν Ἰσραήλ ; καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ; ὅτι εἰσῆλθεν εἷς ἑκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου.