Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἔρχονται οἱ Ζειφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν λέγοντες ἰδοὺ Δαυεὶδ σκεπάζεται μεθ’ ἡμῶν ἐν τῷ βουνῷ τῶ Χελμὰθ τοῦ κατὰ πρόσωπον τοῦ Ἰεσσαιμού.

καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζείφ, καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ἰσραὴλ, ζητεῖν τὸν Δαυεὶδ ἐν τῇ ἐρήμῳ Ζείφ,

καὶ παρενέβαλεν Σαοὺλ ἐν τῷ βουνῷ τοῦ Ἐχέλα ἐπὶ προσώπου τοῦ Ἰεσσαιμοὺ ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυεὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ· καὶ εἶδεν Δαυεὶδ ὅτι ἥκει Σοοὺλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον.