Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου.

καὶ ἀνέστη Ἀβειγαία καὶ ἐπέβη ἐπὶ τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούθουν αὐτὴ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυείδ, κα γίνεται αὐτῷ εἰς γυναῖκα·

καὶ τὴν Ἀχεινάαν ἔλαβεν Δαυεὶδ ἐξ Ἰσραήλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες. καὶ Σαοὺλ ἔδωκεν Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυεὶδ τῷ Φαλτεὶ υἱῷ Ἀμεὶς τῷ ἐκ Ῥομμά·