Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν Δαυεὶδ κατασκόπους, καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεειλά.

καὶ ἀνέστη Δαυεὶδ λάθρα καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ Ἀβεννὴρ υἱὸς Νὴρ αὐτοῦ. καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς κύκλῳ αὐτοῦ.

καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν πρὸς Χετταῖον καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουίας ἀδελφὸν Ἰωὰβ λέγων Τίς εἰσελεύσεται μετ’ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν ; καὶ εἶπεν Ἀβεισά Ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.