Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀνέστη Δαυεὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου· καὶ ἐβόησεν Δαυεὶδ ὀπίσω Σαοὺλ λέγων κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαοὺλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψεν Δαυεὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αἠτῷ.

καὶ εἶπεν Δαυεὶδ πρὸς Σαούλ Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων Ἴδου Δαυεὶδ ζητεῖ τὴν ψυχήν σου ;

ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί κτεῖναί σε, καὶ ἐφεισάμην σου καὶ εἶπα οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς κυρίου οὗτός ἐστιν.

καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκτανκά σε· καὶ γνῶθι καὶ ἴδε σήμερον ὅτι [*](2 λεγόντων] λέγων Α 3 ἑαυτοὺς Α | Εδδαιεμ] + τῆς θη|ρας των| ελαφων Α B a mg Αειμειν A* Αειαμειν α superscr) Α1 4 εἰσῆλθεν Σαουλ Α 5 εἶπαν Α | η ἥμερα] om η Α 7 κυρίου 1°] κݲωݲ Α | τὼ χριστῷ] pr μου Α | ἐπενεγκεῖν Α | κυρίου 3°] κݲυݲ υ sup ras A a) Α 8 Α | θύσαι] θανάτωσαι Α | Σαουλ 2°] + ἐκ του σπηλαίου Α | τὴν ὀδὸν] pr εἰς 9 Δαυειδ ὀπίσω 1°] δ, ο sup ras B ? vid | ἐκ του σπηλαίου] pr καὶ ἐξῆλθεν Α κύριε] μου Α | εἰς τὰ ὀπίσω] om εἰς τὰ Α | ἔκυψεν] ἔκρυψεν Α 11 εωρακασιν B ab | σήμερον κݲςݲ Α | χεῖρα] χεῖρας Α | ἐβουλήθην Α | χριστὸς χρηστὸς κݲςݲ Α Ι om οὕτος Α 12 καὶ ἴδου] pr καὶ πݲεݲρݲ μου Α | + του ἱματίου Α | ἀπέκταγκα B ab A απεκτανκα Β*) )

596
[*](B) οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν.

δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ κα σοῦ, καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ, καὶ χείρ μου οὐκ ἔσται ἐπὶ σοί·

καθὼς λέγεται χείρ μου οὐκ ἔσται ἐπὶ σέ.

καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βοσιλεῦ Ἰσραήλ ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός.

γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου·