Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυεὶδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαούλ, καὶ εἶπεν Σαούλ Ἡ φωνή σου αὕτη, τέκνον Δαυείδ; καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαοὺλ καὶ ἔκλαυσεν.

καὶ εἶπεν Σαοὺλ πρὸς Δουείδ Δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.

καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἁ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέν με Κύριος σήμερον εἰς χεῖράς σου κοὶ οὐκ ἀπέκτεινάς με·

καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ κύριος ἀνταποτίσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον.

καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ἰσραήλ.

καὶ νῦν ὄμοσόν μοι ἐν Κύρῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ του οἴκου τοῦ πατρός μου.

καὶ ὤμοσεν Δαυεὶδ τῷ Σαούλ. καὶ ἀπῆλθεν Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρὰ στενήν.

Καὶ ἀπέθανεν Σαμουήλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ καὶ κόπτονται αὐτόν, καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἁρμαθάιμ. καὶ ἀνέστη Δαυεὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν.