Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀνέστη Δαυεὶδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Ἐνγάδδει.

[*](Α 17 καὶ ἐγὼ] καὶ ε sup ras B a vid 18 Δᾷδ’ ἐκάθητο Α 19 Ζιφαιοι Α | Μεσαρα Α 20 κεκλείκασιν] καὶ κεκλικ. Α 22 γνῶτε] + καὶ ἴδετε Α | om αὐτοῦ 1° Α | εἴπατε Α | πανουργευσητε Α 23 ἴδετε καὶ γνῶτε] καὶ εἴδετε ἐκ πάντων τῶν το|πων ὀποῦ κρύβεται εκει| καὶ ἐπιστρέψατε πρὸς με εις| αιτοιμον Α | εξεραυνησω Α | πασαις] πᾶσιν Α 24 καὶ ἐπορεύθησαν οἱ Ζιφαιοι Α | Δαυειδ καὶ sup ras B ? vid | Μαων Α 25 Σαουλ 1°] Σ sup A ? vid | ἀπήγγειλαν] ἀπηγγέλη Α | Μαων Α (bis) 26 μέρους (bis)] μέσου Α | τούτου 1°] pr ἐκ Α | του ὄρους 2°] om ὄρους B a om του ὄρους B b 27 ἦλθεν πρὸς Σαουλ Α | οἱ αλλοφ.] om οἱ Α XXIV 1 om και εκαθισεν Α)
595

Καὶ ἐγενήθη ὡς ἀνέστρεψεν Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, B καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι Δαυεὶδ ἐν τῇ ἐρήμῳ ’Eνγάδδει.

καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς ’lσραήλ, καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Ἐδδαιέμ.

καὶ ἦλθεν εἰς τὰς ἀγέλας τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον· καὶ Σαοὺλ παρασκευάσασθαι, καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.

καὶ εἶπον οἱ ἄνδρες Δαυεὶδ πρὸς ἰδοὺ ἡ ἡμέρα αὕτη ἢν εἶπεν κύριος πρὸς σέ, παραδοῦναι τὸν σου εἰς τὰς χεῖράς σου· καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυεὶδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος τῆς Σαοὺλ λαθραίως.

καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυεὶδ αὐτόν, ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ.

καὶ εἶπεν Δαυεὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ χριστῷ κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπ’ αὐτόν· ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος.

καὶ ἔπεισεν Δαυεὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θῦσαι τὸν Σαούλ· καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν.