Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν αὐτοῖς Σαούλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·

πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι, καὶ γνῶτε τὸν τόπον αὐτοῦ οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ οὗ εἴπετε, μή ποτε πανουργεύσεται.

καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεθα μεθ' ὑμῶν· καὶ ἔσται εἰ ἐστιν ἔπι τῆς γης, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις Ἰούδα.

καὶ ἀνέστησαν οἱ Ζειφαῖοι κοὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν κα σπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμού.

καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄν αὐτοῦ ζητεῖν ἁλόν· καὶ ἀπήγγειλαν τῷ Δαυείδ, καὶ κατέβη εἰς πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν· καὶ ἤκουσεν Σαούλ, καὶ ὀπίσω Δαυεὶδ εἰς τὴν ἔρημον Μαάν.

καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυεὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς.

καὶ ἄγγελος πρὸς Σαοὺλ ἦλθεν λέγων Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν.

καὶ ἀνέστρεψεν Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυείδ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.