Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀνέστη Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεειλά, καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι διασέσωται Δαυεὶδ ἐκ Κεειλά, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν.

Καὶ ἐκάθισεν ἐν τῆ ἐρήμῳ ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζείφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ.

καὶ εἶδεν Δαυεὶδ ὅτι Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυείδ· καὶ Δαυεὶδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ καινῇ Ζείφ.

καὶ ἀνέστη Ἰωναθὰν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυεὶδ εἰς Καινήν, καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ [*](4 om ἀυτῶ Α | ἀνάστηθι] + πρὸς αὐτὸν Α 5 απηγαγεν] pr οὐκ Α Α 6 Αβειμελεχ] Αχιμελεχ Α | εφουδ κατέφη ἔχων Α Τ om ὅτι ἤκει Δ. εἰς Κεειλα κα εἶπεν Σαουλ Α | ο Δαυεὶδ B ab Σαοὺλ B* | αποκεκλι|ται Α 9 περ αὐτοῦ Σ. οὐ παρεσιώπα Α 10 διαφθείραι] διαφθει|ρεν Α 12 καὶ εἶπεν Δᾷδ’ εἰ παραδω|σουσιν πάρα τῆς Κεειλα ἐμὲ και| τοὺς ἄνδρας μου εἰς χεῖρας Σαουλ·| καὶ εἶπεν κς παραδώσουσιν] Α (om B) 13 τετρακόσιοι] ὒ Α | ἔαν] αν Α | Δαυειδ Β | διασεσωται] διασέσωσται A 14 ἐκάθισεν] + Δαδ Α | Μασερεθ Α | ἐν τὼ ὄρει ἐν τῆ ἐρήμω (2°) Α | Ζειφ] Z, φ sup A a | ἐν τ’ γῆ τῆ αὐχμώδει Bab αὐχμῶδες B*)] εἰς ὄρος τὸ αυχμωδες ἐν γῆ αυχμωδει Α 15 ειδεν] ιδον Α | ἐξέρχεται] ερχεται A | του ζητεῖν] om του Α | ἐν τῆ καίνη ΖειΦ] + τῆ γῆ Mai) καίνη Β* (om B1 (vid ab) Ζειφ ἐν τῆ καίνη Α )

594
[*](B) ἐν Τυρίῳ.

καὶ εἶπεν πρὸς αὐτόν Μὴ φοβοῦ· ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον·

καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου· καὶ ἐκάθητο Δαυεὶδ ἐν Καινῆ, καὶ Ἰωναθὰν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.

Καὶ ἀνέβησαν οἱ Ζειφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρ’ ἡμῖν ἐν Νεσσαρὰ ἐν τοῖς στενοῖς ἐν τῆ καινῇ ἐν τῷ βουνῷ τοῦ Ἐχέλα τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμού ;

καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.