Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπορεύθη Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ εἰς Κεειλὰ καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις· καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην· καὶ ἔσωσεν Δαυεὶδ τοὺς κατοικοῦντας Κεειλά.

Καὶ ἐγένετο ἐν τῷ φυγεῖν Ἀβιαθὰρ υἱὸν Ἀβειμέλεχ πρὸς Δαυείδ, καὶ αὐτὸς μετὰ Δαυεὶδ εἰς Κεειλὰ κατέβη, ἄων ἐντ’ χειρὶ αὐτοῦ.

καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει Δαυεὶδ Κεειλά, καὶ εἶπεν Σαούλ Πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.

καὶ παρήγγειλεν Σαοὺλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεειλά, συνέχειν τὸν Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ.

καὶ ἔγνω Δαυεὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυεὶδ πρὸς ᾿ Αβιαθὰρ τὸν ἱερέα Π[ροσάγαγε τὸ ἐφοὺδ Κυρίου.

καὶ εἶπεν Δαυείδ Κύριε ὁ θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεειλὰ διαφθεῖραι τὴν πόλιν δι’ ἐμέ.

εἰ ἀποκλεισθήσεται ; καὶ νῦν εἰ καταβήσεται Σαοὺλ καθὼς ἤκουσεν ὁ δοῦλός σου ; κύριε ὁ θεὸς Ἰσραήλ, ἀπάγγειλον τῷ δούλῳ σου.

καὶ εἶπεν κύριος Ἀποκλεισθήσεται.