Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωάβ, καὶ κατῴκουν μετ’ αὐτοῦ πόσας τὰς ἡμέρας ὄντος τοῦ Δαυεὶδ ἐν τῇ περιοχῇ.

καὶ εἶπεν Γὰδ ὁ προφήτης πρὸς Δαυείδ Μὴ Κάθου ἐν τῆ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ἰούδα. καὶ ἐπορεύθη Δαυείδ, καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαρείκ.

Καὶ ἤκουσεν Σαοὺλ ὅτι εηνωσται Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν βᾶμά, καὶ τὸ δόρυ ἐν τῆ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.

καὶ εἶπεν Σαοὺλ πρὸς τοὺς παῖδος αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· καὶ εἶπεν αὐτοῖς Ἀκούσατε δή, υἱοὶ Βενιαμείν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγρούς καὶ ἀμπελῶνας, καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους ;

ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ’ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαί, καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ’ ἐμὲ εἰς ἑ ὡς ἡ ἡμέρα αὕτη.

καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν Ἑόρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νόμβα πρὸς Ἀβειμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα·

καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τήν ῥομφαίαν Γολιὰδ τοῦ ἔδωκεν αὐτῶ.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱούς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νόμμα· καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.