Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Σαούλ Ἄκουε δή, υἱὲ Ἀχιτώβ· καὶ εἶπεν Ἴδου ἐγώ· λάλει, κύριε.

καὶ εἶπεν αὐτῷ Σαούλ ἵνα τί συνέθου κατ’ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαί, δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν, καὶ ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ, θέσθαι αὐτὸν ἐπ’ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη;

καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν Ταὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυεὶδ πιστός, καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;

ἢ σήμερον [*](3 τι] ο τι Α 4 om ὄντος Α 5 Ιουδα] pr του Α | πόλει Σαρεικ] Α τῆ π. Αριαθ Α 6 βᾶμα] Ραμμα Α 7 Βενιαμειν] Ιεμεννι Α | εἰ] οἱ B | αμπωλωνας Α | χειλιαρχους καὶ ἑκατοντάρχους Α 8 συνκεισθαι Α | ο αποκαλ.] om ο Α | μέτα του] μετ’ ἀύλου Α | ἐξ ὑμῶν πέρι ἐμοῦ Α | ο υιος] om ο Α 9 Δωηγ Α | ἑώρακα B a ? b | Νοβα Α | Αμιμελεχ Α 10 ρομφαια Α | Γολιαθ Α 11 ο βασιλευς] pr Σαουλ Α | Αβειμελεχ] Αχιμελεκ Α | Αχιτωβ] τον ιερεαν Α | ἱερεῖς] + του κݲυݲ Α | κόμμα] Νοβαθ Α 13 κατ’ ἐμοῦ Α | ἀυτῶ ἄρτον] αὐτὸν Α | ἐρώταν αυτω] ἐπερωτᾶν αὐτὸν Α 14 ἀπεκρίθη] + Αχιμελεχ Α | παραγελματος Α 15 η 1°] ὡς A)

592
[*](B) ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ’ ὅλον τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα.

καὶ εἶπεν ὁ βασιλεύς Σαούλ Θονάτῳ ἀποθανῇ, Ἀβειμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.

καὶ εἶπεν ὁ βασιλεὺς τοῖς πάρα, τρέχουσιν τοῖς ἐφεστηκόσιν πρὸς αὐτόν Προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυείδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἁμαρτῆσαι εἰς τούς ἱερεῖς κυρίου.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τούς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνη, καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.

καὶ τὴν Νόμβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.