Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν οἱ παῖδες ᾿ Αγχοὺς πρὸς αὐτόν οὐχὶ οὗτος Δαυεὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι

  • Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ,
  • καὶ Δαυεὶδ ἰδ’ ἐν μυριάσιν αὐτοῦ ;
  • καὶ ἔθετο Δαυεὶδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου ᾿ Αγχοὺς βασιλέως Γέθ.

    καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.

    καὶ εἶπεν ᾿ Αγχοὺς πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδου ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρὸς μέ;

    ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγιόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρὸς μέ ; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

    Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυεὶδ καὶ διεσώθη, καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ· καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ.

    καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ’ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ’ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες.

    καὶ ἀπῆλθεν Δαυεὶδ ἐκεῖθεν εἰς Μασσηφὰ τῆς Μωάβ, καὶ εἶπεν πρὸς βασιλέα Μωάβ Γινέσθωσαν δὴ ὁ πατήρ μου [*](Α 8 Αχιμελεκ Α | ἴδε B ab] ἔιδε B*A | χειραν Α | σκεύη] + μου Α | σπουδὴν] κατασπευδον Α 9 ἐνειλημένη] εἰλημμένη Α | ἱματίω] τῆς ἐπωμίδος Α Ι λημψη] λῆμ’ sup ras Ba λήψῃ Bb 11 οὔχι 2°] ουχει A ἐξῆρχον] ἦρχον Α 12 ἔθετο] ἔθηκεν Α 13 τὸ πρόσωπον] ’τον τρόπον Α | κατερεῖ (sic) τὰ σίελα αὐτοῦ Α 15 ἐλαττοῦμαι] pr η Α | εισαγειοχατε B* εισαγηοχ. B ab εισαγιαχ. Α | οἰκίαν] οἰκία μου Α XXII 1 απηλθεν] θὲν] ἀπηλλάγη Α | Δᾷδ’ ἐκεῖθεν Α | ἔρχεται καὶ διεσώθη Α | Οδολαμ Α | ο οἶκος] pr πᾶς Α 2 καὶ 1° sup ras Bab | om καὶ πᾶς ὑπόχρεως Α | πα, 3° Α | ψυχη] pr τῆ Α | αὐτοῦ ὡς] οὐ ω sup ras B 3 Μασηφα Α | εἶπεν πρὸς βασιλέα Μωαβ bis scr B* (om 1 Bab))

    591
    καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός.