Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐθυμώθη ὀργῇ Σαούλ, καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἁρμαθάιμ, καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφεί, κα ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουὴλ καὶ Δαυείδ; καὶ εἶπεν Ἴδου ἐν Ἀυὰθ ἐν Ῥαμά.

καὶ ἐπορεύθη ἐκεῖθεν ἐν Ἀυὰθ καὶ ἐγενήθη καὶ ἐπ’ αὐτῷ πνεῦμα θεοῦ, καὶ ἐπορεύετο ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ἀυὰθ ἐν Ῥαμά.

καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν, καὶ ἔπεσεν γυμνὸς ὅλην τήν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον Εἰ καὶ Σαοὺλ ἐν ἐν προφήταις:

[*](13 καινοταφια Α (item 16) | ἔθετο 1°] ἔθηκεν Α 14 ἀπέστειλεν] ἀποστελεῖ Α Ι ἐνοχλεῖσθαι] ενοχλειαι vel forte ενοχλεισαι Bb 15 αποστελλει] απο|στελει του ἰδεῖν Α 17 τῆ Μελχολ] η sup ras Β? | εξαπεστειλες απεστειλες Α | Μολοχολ Α Ι εἶπεν] + πρὸς με Α | θανατώσω σε] θανάτω ’σαι. 18 διεσωθη] ἐσώθη Α Ι απαγγελει Α | om ἀυτῶ 2° Α Ι Αυαθ] Ναυιωθ 19 απηγγελλη Α | ἴδου] + δὴ Α Ι Αυαθ] Ναυιωθ Α 20 προφήτων] + προφητευόντων A | ιστηκει Α | προφητεύουσιν] + καὶ γε αὐτοὶ Α 21 Α (bis) 22 ἔρχονται Α Ι ἄλω του ἐν Σεφει] μεγάλου του ἐν Σοκχω Α | εἶπεν] εἶπαν BabA | Αυαθ] Ναυιωθ Α 23 Αυαθ 1°] Α I ἐπορεύετο] ἐπορεύθη Α | προφητεύων] pr πορευόμενος καὶ Α | εἰς Αυαθ] ἱν Ναυιωθ Α 24 ἐδύσατο] + καὶ αὐτὸς Α Ι επροφητευσεν] + αὐτὸς Α | νυκταν Α Ι εἰ] η Α )
586
[*](Β)

XX

XXἸωανθὰν καὶ εἶπεν τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου ;

καὶ εἶπεν αὐτῶ Ἰωναθάν μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήση ὁ πατήρ μου ῥῆμα μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ ποτήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ ἔστιν τοῦτο.

καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ἰωανθὰν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπεν μὴ γνῶναι τοῦτο Ἰωναθάν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς , ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου.

καὶ εἶπεν πρὸς Δαυείδ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι;

καὶ εἶπεν Δαυεὶδ πρὸς Ἰωναθάν ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με καὶ κρυβήσομαι ἐν τῶ πεδίω ἕως δείλης.