Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν Σαοὺλ ἀηέλους λαβεῖν τὸν Δαυείδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν.

καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυεὶδ λέγων Ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρὸς μὲ τοῦ θανατῶσαι αὐτόν.

καὶ ἔρχονται οἱ ἄηελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.

καὶ εἶπεν Σαοὺλ τῆ Μελχόλ Ἵνα τί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ καὶ εἶπεν Μελχὸλ τῷ Σαούλ Αὒτὸς εἶπεν Ἐφαπόστειλόν με· εἰ θανατώσω σε.

καὶ Δαυεὶδ ἔφυγεν καὶ διεσώθη, καὶ παραπρὸς Σαμουὴλ εἰς Ἁρμαθάιμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Δαυεὶδ καὶ Σαμουήλ, καὶ ἐκάθισαν ἐν Ἀυὰθ ἐν Ῥαμά.

καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες Ἴδου Δαυεὶδ ἐν Ἀυὰθ ἐν Ῥαμά.

καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυείδ· κοὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ’ αὐτῶν. καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα θεοῦ, καὶ προφητεύουσιν.

καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί· καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἀπροφήτευσαν καὶ αὐτοί.