Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν ὁ εἶπεν αὐτοῦ πρὸς αὐτὸν πρὸς τὸ παιδάριον αὐτοῦ Ποῦ ἐπορεύθητε ; καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ. [*](2 ἀποτετίνακται ο πηρݲ σου Α | εδαψιδευσατο Α | υμας] ἧμας Α 3 ἄπει λεύσῃ BabA | αγγια Α | ἀσκὸν] ἅ sup ras Α 1 5 om ἔκει Ι° Α | Α | Νασιβ Α | νάβλα Α | τύμπανα Α 6 μετ’] ἐπ’ Α | στραφησει Α 8 Γαλααδ] Γαλγαλα Α | καταβαίνω] pr ἐγὼ κα Α | θυσίας] pr θύσαι Α 10 βουνον] † τῶν προφήτων Α | επροφητευσεν] προεφήτευσεν Α 11 ἄπαντες Α | ειδοτες] ἰδόντες Α | ἔχθες ἔκθες Α)] χθὲς Bb | τρίτης Α j ἔιδον] ἴδον Α | προφήτων] † προφητεύων Α Ι ειπεν] εἶπαν Α | τὸ γεγ.] ο Ι° “vid aliq passum esse“ in B 13 συνετέλεσεν] † ἐν Α 14 εἴδομεν)

564
[*](B)

καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαούλ Ἀπάγγειλον δή μοι τί εἰπέν σοι Σαμουήλ.

καὶ εἶπεν Σαοὺλ πρὸς τόν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται οἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.

Καὶ παρήγγειλεν Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφά,

καὶ εἶπεν πρὸς υἱούς Ἰσραήλ τάδε εἶπεν κύριος ὁ θεὸς λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ τῶν βασιλείων τῶν θλιβουσων ὑμὰς.

καὶ ὑμεῖς σήμερον εξουθενηκατε κοτε τὸν θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε οὐχί, ἀλλ’ ἢ ὅτι βασιλέα στήσεις ἐφ’ ἡμῶν. καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.

καὶ προσήγαγεν Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμείν·