Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα ὅσα εὕρῃ ἡ χείρ σου, ὅτι θεὸς μετὰ σοῦ.

καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλαάδ, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ γνωρίσω σοι ἃ ποιήσεις.

Καὶ ἐγενήθη ὥστε στραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουήλ, μετέστρεψεν αὐτῷ ὁ θεὸς καρδίαν ἄλλην· καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρα ἐκείνῃ.

καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ αὐτοῦ· καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα θεοῦ καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν.

καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς τρίτην καὶ εἶδον, καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν· καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κείς ; ἢ καὶ Σαοὺλ ἐν προφήταις ;

καὶ ἀπεκρίθη τις αὐτῶν εἶπεν καὶ τίς πατὴρ αὐτοῦ ; διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν Ἢ καὶ Σαοὺλ ἐν προφήταις ;

καὶ συνετέλεσεν προφητεύων, καὶ εἰς τὸν βουνόν.