Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προσάγει σκῆπτρον Βενιαμεὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρεί· καὶ προσάγουσιν τήν φυλὴν Ματταρεὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κείς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.

καὶ ἐπηρώτησεν Σαμουὴλ ἔτι ἐν κυρίῳ Εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα ; καὶ εἶπεν κύριος Ἴδου αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν.

καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν, καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ· καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω.

καὶ εἶπεν Σαμουὴλ πρὸς πάντα τόν λαόν Εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν ; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν Σήτω ὁ βασιλεύς.

Καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως, καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου· καὶ ἐξαπέστειλεν Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.

καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὧν ἥψατο κύριος καρδίας αὐτῶν μετὰ Σαούλ.

καὶ υἱοὶ λοιμοὶ εἶπαν Τίς σώσει ἡμᾶς οὗτος ; καὶ ἠτίμασαν αὐτόν, καὶ οὐκ ἤνεγκον αὐτῷ δῶρα.

[*](Α 15 εἶπεν °] εἰπεῖν Α 16 ἀυτῶ] † ο εἶπεν Σαμουηλ Α 17 Μασηφα Α 18 υἵους Ισρ. 2°] ’τον Ισλ Α | ἐκθλιβουσῶν Α | ὑμὰς 2°] υ ras Α ? εξουδενωκατε Α | σωτὴρ ὑμῶν Α | om ὁτ’ Α | στήσεις ( η sur ras Bb ε sup ras A1)] pr κάτα Bab mg | φυλὰς] χιλιάδας Α 20 Σαμουηλ] Α | Ισραηλ] Σαμουηλ Α 21 Ματταρει 2°] Ματταρειτ Α 22 Α | Σαμουηλ] pr ἔτι Α | εἰ ερχεται] εἰσέρχεται Α | ο ἀνὴρ ἐνταῦθα] ἔτι εντευθα (sic) ἀνὴρ Α 24 nonnulla perier in A | ἀπάντα Α | ἑοράκατε ορακατε Avid)] ἑωράκατε Bab | ἀυτῶ ὅμοιος] οις ἀυτῶ Α | εἶπαν τητῶ] ζη| . . . ιπαν Α 26 Γαβαα] Γαβα|αθα Α | δυνάμεων] δυνάμενοι Α 27 uiot] pr οι Α)
565