Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

XXκαὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε καὶ γῆ τοῦ Γαλαὰδ πρὸς κύριον εἰς Μασσηφά.

καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ ᾿Ισραὴλ ἐν ἐκκλησίᾳ [*](Α) [*](24 οὐ ποιήσετε] μὴ ποιήσηται A 25 εὐδόκησαν] ἠθέλησαν Α Ι του ἕσα κουσαι] ἄκουσαι Α Ι ενεπαιζον] ενεπεξαν Α | om ἐν Α | ὡς ἀνέβη τὸ πρωι] ἄμα τὼ ἀναβαίνειν ’τον ορθρον Α 26 πρὸς ’τον ὄρθρον] τὸ πρώι Α | του ὅκου] του πυλῶνος του οικ. του ανδρος Α | ἀύτης ἔκει ο ἀνὴρ] ο κς ἀύτης εκει Α | του διαφῶσαι τ. διαφαυσαι Ban)] οὐ διέφαυσεν Α 27 ανηρ] κυριος A πορευθῆναι] ἀπελθεῖν Α | αὐτοῦ η παλλακὴ Α | τὰς θύρας 2°] τὴν θύραν om του οἴκου 2° A 28 ἀνάστα] ἀνάστηθι Α | ἀπεκρίθη] + αυτω Α Ι ἢν νεκρὰ] ἄλλα τεθνήκει Α | ἀνέλαβεν Α Ι ’τον ὄνον] τὸ υπο|ζυγιον κα ἀνέστη ο ἀνὴρ Α Ι ἐπορεύθη] ἀπῆλθεν Α Ι αυτου+ καὶ ἦλθεν εἰς ’τον οἶκον αυτου| Α 29 ῥομφαίαν] μάχαιραν Α Ι ἐκράτησεν τὴν παλλακὴν] ἐπελάβετο τῆς πάλλα· κἠς Α Ι ἀυτὴν] + κάτα τὰ ὀστᾶ ἀύτης Α Ι μέλη] μερίδας Α Ι ἀπέστειλεν ἀυτὰ ἐν παντὶ ὁριῶ] ἐξαπέστειλε] ἀυτὰς εἰς πάσας τὰς φυλὰς Α 30 βλέπων] ὥν Α | οὐκ ἐγένετο καὶ οὐχ ἕαται] οὔτε ἐγενήθη οὔτε ὤφθη Α Ι ὡς ἀυτὴ] οὕτως Α | ἡμέρας °] pr τῆς Α | ἐκ γης] ἐξ Α | om καὶ 3° Α | ταυτης] + καὶ τοις| ανδρασιν ὄις εξαπεστειλεν| λέγων· τάδε ἐρεῖτε πρὸς τα Ιηλ· εἰ γέγονεν κατα| τὸ ῥῆμα τοῦτο· ἄπο τῆς ημε|ρας ἀναβάσεως ὑιῶν Ιηλ ἐξ Αι|γυπτου ἕως τῆς ἡμέρας ταυτης| Α Ι θεσθε] θέσθαι δὴ Α | ὕμιν αυτο] ἑαυτοῖς Α Ι ἐπ’ ἀυτὴν βουλην] β. πέρι ἀύτης Α XX 1 η συναγωγη] pr πάσα Α | του Γάλ’.] om του Α 2 εσταθησαν...Κυριου] ἔστη τὸ κλειμα παντὸς του λαοῦ καὶ Α | του Ισρ.] om του Α | εκκλησια] pr τη Α)

531
τοῦ λαοῦ τοῦ θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν, ἕλκοντες [*](Β) ῥομφαίαν.

καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμεὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφά· καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ λαλήσατε ποῦ ἐγένετο ἡ πονηρία αὕτη ;

καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευείτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν Εἰς Γαβαὰ τῆς Βενιαμεὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι·

καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ καὶ ἐκύκλωσαν ἐπ’ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμέ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου καὶ ἀπέθανεν.

καὶ ἐκράτησα τὴν παλλακήν μου κ καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ᾿Ισραήλ, ὅτι ζέμα καὶ ἀπόπτωμα ἐν ᾿Ισραήλ.

ἰδοὺ πάντες ὑμεῖς υἱοὶ ᾿Ισραήλ δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ.

καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγοντες Οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ, καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἶκον αὐτοῦ.

καὶ νῦν τοῦτο τὸ ῥῆμα ὃ ποιηθήσεται τῇ Γαηαά· ἀναβησόμεθα ἐπ’ αὐτήν ἐν κλήρῳ·

πλὴν λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς ’ ἑκατὸν τοῖς χιλίοις, καὶ χιλίους τοῖς μυρίοις, λαβεῖν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γασβαὰ Βενιαμείν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν ᾿Ισραήλ.