Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, καὶ τόπον ἐποίησεν τοῖς ὄνοις· καὶ αὐτοὶ ἐνίψαντο τοὺς αὐτῶν, καὶ ἔφαγον καὶ ἔπιον.

αὐτοὶ δ’ ἀγαθύνοντες καρδίαν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν, καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες ᾿Εξένεγκε τὸν ἄνδρα ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.

καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπεν Μή, ἀδελφοί, μὴ κακοποιήσητε δὴ μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν ίαν μου· μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην.

ἴδε ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ αὐτοῦ· ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ [*](15 ἢν] ἐστιν Α | συνάγων] pr ο Α | οἰκίαν] τοι οἶκον Α | αυλισθηναι] κάτα. Α ὕσαι Α 16 ἤρχετο] εἰσῆλθεν Α | ἐξ εργων] ἄπο τῶν ε. Α | ἐξ ἀγροῦ ἐν ἐσπέρα] ἐκ του ἀγροῦ ἐσπέρας Α | om ἢν Α | Γαβα Α 17 ἦρεν τοὺς οφθ. αυτου] αναβλεψας τοῖς ὀφθαλμοῖς Α | ἴδεν Α | ’τον οδοιπ. ανδρα] ’τον ἄνδρα ’τον οδοιπ. Α 18 παραπορευόμεθα] διαβαίνομεν Α | ἄπο B. L] ἐκ B. τῆς I. Α | ορους] pr ἕως Α | Εφραιμ] pr του Α | ἐκεῖθεν ἐγὼ] ἐγὼ ’δε ἐκ. Α | πορευομαι] ἀποτρέχω Α 19 ἐστιν 1°, 2°] ὑπάρχει Α | καὶ 3°] + γε Α | ἄρτος Α | ἐμοὶ] μοι Α | τῆ παιδίσκη καὶ τὼ νεανισκω] τῆ δούλη σου καὶ τὼ παιδαρίῳ Α | μέτα τῶν παιδίων σου] τοῖς δούλοις σου Α 20 ὑστέρημα] pr τὸ Α | οὐ μὴ καταλυσης μὴ καταλύσῃς Α 21 εἰσήνεγκεν] εἰσήγαγεν Α | ’τον οἶκον] τὴν οἰκίαν Α | τόπον εποιησεν] παρενέβαλεν Α | ὄνοις] ὑποζυγίοις αὐτοῦ Α | om αὐτοὶ Α | ἐνίψαντο] ἔνιψεν Α 22 αὐτοὶ δ ἀγαθύνοντες] αυτων ’δε ἀγαθυνθέντων Α | καρδίαν] τῆ καρδία Α | ανδρες] pr οἱ Α | περιεκύκλωσαν Α | κρουοντεςεπι] καὶ ἔκρουσαν Α | εἶπαν Α | του οἴκου] τῆς οἰκίας Α | ἐξένεγκε] ἐξάγαγε Α | ὃς εἰσῆλθεν] ’τον ἐλθόντα Α 23 του οικου] τῆς οἰκίας Α | ειπεν] + πρὸς αὐτοὺς Α | μὴ °] μηδαμῶς Α | κακοποιησητε] πονηρευσησθαι Α | εἰσελθεῖν] εἰσεληλυθέναι Α 24 ἴδε] ἴδου Α | ἐξάξω + δὴ Α)

530
[*](B) αὐταῖς TO ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ οὐ ποιήσετε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης.

καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἵξω· καὶ ἥνωσαν αὐτήν, καὶ ἐνέπαιζον ἐν οὐτῇ ὅλην τήν νύκτα ἕως πρωί, καὶ ἐξαπέστειλαν αὐτὴν ὡς ἀνέβη τὸ πρωί.

καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον, καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ οἴκου οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως τοῦ διαφῶσαι.

καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωὶ κοὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθεν τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ· καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, κοὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον.

καὶ εἶπεν πρὸς αὐτήν Ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον, καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ.

καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτοῦ, καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη, καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ Ἰσραήλ.

καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης· θέσθε ὑμῖν αὐτοὶ ἐπ’ αὐτὴν βουλὴν καὶ λαλήσατε. Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ ᾿Iσραήλ, XX