Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ συνήχθη πᾶς ἀνήρ ᾿Ισραήλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.

Καὶ ἀπέστειλαν αἱ φυλαὶ ᾿Ισραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμεὶν λέγοντες τίς ἡ ἴ’ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν;

καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαά, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ᾿Ισραήλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ᾿Ισραήλ.

καὶ [*](2 ἕλκοντες] σπωμένων Α 3 Ισραηλ °] + πρὸς κν Α Ι om ἐλθόντες Α | A α Α 4 Λευιτης Α | φονευθεισης] πεφονευμένης Α | παλγυνη Α | του αυλισθηναι] καταλύσαι Α 5 τῆς Γαβαα] pr οἱ πάρα Α | om ἐπ’ ἐμὲ (2°) Bavid | περιεκύκλωσαν Α | ἐμὲ 2°] pr καὶ Α | Α | ἐταπείνωσαν] + καὶ ενεπεξαν ἀυτὴ Α 6 ἐκράτησα] επελαβομην Α Ι τὴν παλλακὴν] τῆς παλλακῆς Α Ι εξαπεστειλα Α | om ὑιῶν Α | ζέμα καὶ αποπτ.] ἀφροσύνην Α Ι Ισρ· °] pr τὼ Α 7 om ὑμεῖς Α | υιοι] pr οἱ Α | ἑαυτοῖς] αὐτοῖς Α Ι ἔκει] ὧδε Α 8 λεγοντες] λέγων Α | ἀπελευσόμεθα] εισελευσ. Α | σκήνωμα] pr τὸ Α | ἐπιστρέφομεν] εκκλεινουμεν Α | οἶκον] pr ’τον Α 9 ποιηθησεται] ποιήσομεν Α 10 πλὴν] καὶ Α Ι εἰς πάσας φυλας] ταῖς πάσαις φυλαῖς Α | του ποίησαι ἐλθεῖν αὐτοὺς εἰς Γ. B.] τὼ λάω τοῖς εισπορευ|ομενοις ἐπιτελέσαι τῆ Γ.| του B. Α | om ποίησαι ἀυτὴ Α | κάτα πὰν τὸ ἀπόπτωμα ο ἐποίησεν] κάτα πάσαν τὴν ἀφροσύνην ἢν ἐποίησαν Α 11 εἰς τὴν πόλιν] ἐκ τῶν πόλεων Α | εἰς 2°] + ἐρχόμενος Α 12 Α | πονηρία] κακία Α 13 υἱοῦ παρανόμων] τους ἀσεβεῖς Α | Γαβαα] + τοὺς υἵους βελιαμ Α | ἐκκαθαριοῦμεν πονηριαν] ἐξαροῦμεν κακίαν Α Ι ἄπο] ἐξ Α Ι ευυιοι B. ακουσαι] ἤκουσαν εἰσακούσαι υἱοὶ B. Α Ι ὑιῶν] pr τῶν Α)

532
[*](B) συνήχθησαν οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ᾿Ισραήλ.

καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες,

ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες.

καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμεὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως.

καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθήλ, καὶ ἠρώτησαν ἐν τῶ θεῶ, καὶ εἶπαν οἱ υἱοὶ Ἰσραήλ Τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῆ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμείν; καὶ εἶπεν Κύριος Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.

καὶ ἀνέστησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ Γαβαά.

καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ἰσραὴλ εἰς παράταξιν πρὸς Βενιαμεὶν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά·