Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβὴν καὶ τοὺς υἱοὺς Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή,

καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου, καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετείλατο ὑμῖν.

οὐκ ἐνκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας πλείους· ἕως τῆς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου τοῦ θεοῦ ὑμῶν.

νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον . αὐτοῖς. νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἢν ἔδωκεν ὑμὶν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου.

ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Τυρίου, ἀγαπᾷν Κύριον τὸν θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ, καὶ λατρεύειν αὐτῷ ἐξ ὃλης τῆς διανοίας ὑμῶν κα ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.

καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς, καὶ ἐξαπέστειλεν αὐτούς. καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.

Καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ ἔδωκεν Μωυσῆς ἐν τῇ Βασαείτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησους εἰς τοὺς οἴκους οὕτων καὶ εὐλόγησεν αὐτούς,

καὶ ἐν χρήμασιν πολλοῖς εἰς τοὺς οἴκους αὐτῶν. καὶ κτήνη πολλὰ σφόδρα καὶ [*](Α) [*](44 ݲκݲς αὐτοὺς Β? | ουθεις ] οὐδεὶς Α | εἰς τὰς Χειρας] Pr αὐτοῖς 45 παρεγένοντο Α ΧΧΙΙ 1 υἵους Ρουβην] ρουβηνιτας Α | ἡμίσει B* ημισυ B b) 2 ὕμιν °] ἥμιν Α | ἐπηκούσατε] οὐκ εἰσηκούσατε Α | ἐνετειλάμην Α 3 ενκαταλελοιπατε (εγκ. B ab)] ݲε|καταλειπατε (sic) ὑμῶν 1°] ημων Α | πλείους (πλιους Α)] pr καὶ Α | εφυλαξεσθε (sic) B 4 νυν 1°] νυνὶ Α 5 σφόδρα ποιεῖν Α | ημων] ὑμῶν Α | πάσαις] pr ἐν Α φυλάσσεσθαι Α | διανοίας] καρδίας Α 6 εὐλόγησεν Α 7 ἡμίσει 1°] τοι ἡμίσει Α | τη] η sup ras 3 circ litt A a? | Α | τὼ ἡμίσει 2°] τοῖς ημισιν ( sic) Α | αυτου] ἀυτῶν Α | om Ιορδανου Α 8 καὶ 1°] λέγων Α | χρήμασι Α | πολλοις· A)

467
ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολὺν καὶ δίει- [*](Β) λαντο, τὴν προνομὴν τῶν ἐχθρῶν, μετὰ τῶν ἀδελφῶν αὐτῶν.

Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασσὴ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐν Σηλὼ ἐν γῇ Χανάαν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.