Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἦλθον εἰς Γάλγαλα τοῦ Ἰορδάνου, ἥ ἐστιν ἐν γῆ Χανάαν· καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ καὶ οἱ υἱοὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ἰορδάνου, βωμὸν μέγαν ἐπὶ τοῦ ἰδεῖν.

καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ λεγόντων ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ καὶ οἱ υἱοὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ βωμὸν ἐπὶ τῶν ὁρίων γῆς Χανάαν ἐπὶ τοῦ Γαλαὰδ τοῦ Ἰορδάνου ἐν τῷ πέραν υἱῶν Ἰσραὴλ.

καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ ὥστε ἀναβάντες ἐκπολεμήσαι αὐτούς.

Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσὴ εἰς γῆν Γαλαὰδ τόν τε Φεινεὲς υἱὸν Ἐλεαζὰρ υἱοῦ ’ τοῦ ἀρχιερέως

καὶ δέκα τῶν ἀρχόντων μετ’ αὐτοῦ· οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων εἶς ἀπὸ εἰσιν, χιλίαρχοι Ἰσραήλ.

καὶ παρεγένοντο πρὸς τοὺς υἰοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσὴ εἰς τὴν Γαλαάδ, καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες

Τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου τίς ἡ πλημμελία αὕτη ἢν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ἰσραήλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ κυρίου;

μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογώρ ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ’ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου.

καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ Ἰσραὴν ἔσται ἡ ὀργή.