Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

πᾶσα πόλις τῶν Λευειτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ τεσσεράκοντα ὀκτὼ πόλεις, καὶ τὰ περισπόρια αὐτῶν

κύκλῳ τῶν πόλεων τούτων· πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις.

και συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν.

καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν ἢν ᾐτήσατο· τὴν Θαμ’. νασάραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Ἐφράιμ.

καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ·

καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμεν τοὺς υἱούς Ἰσραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαχαράθ.

[*](32 ἀυτὴ 2°] τὰ πρὸς αυτην Α* (τα πρὸς ἀυτὴ Α?) | Θεμμων (Τεμμων A Ba ? b vid)] τὴν Νοεμμων Α | ἀυτὴ 3°] pr τὰ πρὸς Α 33 Γεδσων] Γηρσων δέκα τρεῖς πόλεις B? 34 Μεραρι Α | Λευίταις Α | Ζαβουλων] pr ὑιῶν Α | Μααν] Εκναμ Α | τὴν Καδης] Καροα Α 35 om καὶ 1° Α | Δάμνα Α | αυτης] + καὶ τὴν Νααλωλ· καὶ τα| περισπόρια ἀύτης Α | τέσσαρες Α 36 του κάτα] om του Α | Ιερειχων (Ιεριχων B b vid)] Α | τὴν Μεισω] τῆ Μισωρ Α 37 Δεκμων] Γεδσων Α | Μαφα] Μασφα Α 38 του φυγαδευτηριου Α | om καὶ 2° Α | τῆ Γαλααδ] γῆ Γαλ. Α καὶ τὴν Μαναιμ Α 39 Εσεβων Α | αἰ πασαι] πάσαι αἰ Α 40 + αἰ Α | Μεραρι Α | Λευει (Αευι B b)] του Λευι Α | αἰ πολεις] δυο] δώδεκα Α 41 πάσα πολις] πάσαι αἰ πόλις Α | Λευιτῶν τεσσαρακ. B b 42 κύκλω 1°] κυ sup ras A1 | τῆς πολεως] τῶν 42 a ἀυτῶν] αυτης Α 42 b κάτα προσταγμα] δία πρόσ’ ταγ’ μάτος A | Θαμνασαραχ] Θαμνασαχαρ Α 42 d ἔθηκαν Α | Θαμνασαχαραθ] Θαμνασαχαρ A)
466
[*](B)

καὶ Καὶ ἔδωκεν κύριος τῷ Ἰσραὴλ πᾶσαν τὴν γῆν ἢν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν κα κατῴκησαν ἐν αὐτῇ.

καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν, καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν· οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν κύριος εἰς τὰς χεῖρας αὐτῶν.

οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν κύριος τοῖς υἱοῖς Ἰσραήλ· πάντα παρεγένετο.