Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
VIIἐκεῖ κληρονομῆσαι, καὶ ἐξαρεῖ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Ἀμορραῖον καὶ Γεργεσαῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὑαῖον καὶ Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ κὼ [*](AF) [*](15 σοι 2°] pr ἐν F | εξολεθρευσει B*vid] εξολεθρευση δη sup ras seq i lit) B? AF pr καὶ AF | γῆς bis scr F 16 εξεπειρασατε] τε sup ras 4 litt Ba εξεπειρασασθαι B*vid Α ἐξεπειράσασθε F 17 τὰ μάρτυρ’ καὶ τὰ μ. αὐτοῦ AF | δικαιωμοτα] + αὐτοῦ F 18 τὸ κάλον κα TO ’τον AF | ὑμῶν 1°] σου Ba (sup ras) AF | κληρονομησεις Α | τοῖς pr δοῦναι Α | ὑμῶν 2°] σου BaF 19 om κύριος AF 20 AF 22 ἐν τὼ οἴκω αὐτοῦ] + καὶ ἐν τῆ δυνάμει αὐτοῦ F 23 ημας γαγεν ἧμας Α + κݲςݲ ο #x772; ἤμων AF εκειθεν] + ἴνα εισαγαγη ἤην bis scr B* ras 2° B? ωμοσεν] + κݲςݲ ο θςݲ πατρ. ημων] τοῖς πατρ. ἤμων δοῦναι ημιν AF 24 πάντα τὰ δίκ’. ταυτα] πάσας τὰς ἐντολὰς καὶ τὰ κρίματα AF | φοβεισθαι] αἰ sup ras Bab φοβεισθε B*vidA | εὑ η ημιν] πολυήμεροι ὦμεν Α 25 ταυτας] του νόμου τουτου F | ἔναντι Ba?bAF | καθα] καθότι Bab | om Κυριος AF VII 1 ἔαν δε εἴσαγ’. σε K. ο θεος] καὶ ἔσται εν τὼ εἰσαγαγεῖν σε κݲνݲ ’τον θνݲ AF | κληρονομησαι sup ras Bab + ἀυτὴν AF | εξαρη AF | μέγαλα] + καὶ πολλὰ KCU ἰσχυρὰ Bavid + καὶ πολλὰ AF | Αμ. καὶ Γεργ.] Γεργ. καὶ Αμ. B? ’τον Γεργ. καὶ ’τον Αμ. AF | ’τον Xav. καὶ ’τον Φέρ’. καὶ ’τον Ευ. F | Ιεβουσαιον] pr TOV AF | πολλὰ] μέγαλα B* vid πολ sup ras seq ras I lit Ba) pr μηαλα κα AF)
καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τ·ὰς [*](B) χεῖράς σου, καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,
οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῶ υἱῶ αὐτοῦ, κα τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου·
ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις, καὶ ὀργισθήσεται θυμῷ κύριος εἰς ὑμᾶς, καὶ ἐξολεθρεύσει σε τὸ τάχος.
ἀλλ᾿ οὕτως ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί·
ὅτι λαὸς ἅγ ἰὸς εἰ κυρίῳ τῷ θεῷ σου, καὶ σὲ προείλατο Κύπιος ὁ θεός σου, εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς γῆς.
οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθην, προείλατο κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη·
ἀλλὰ παρὰ τὸ ἀγαπᾷν κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατρά- σιν ὑμῶν, ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό ἐξ οἴκου δουλίας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου.
καὶ γνώσεσθε σήμερον ὅτι Κύριος ὁ θεός σου, οὗτος θεός, θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἕλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς,
καὶ ἀποδιδοὺς τοῖς μισοῦσιν κατὰ πρόσωπον ἐξολεθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσιν· κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς.
καὶ φυλάξη τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν.
Καὶ ἱστᾶι ἐὰν ἀκούσητε τὰ δικαιώματα ταῦτα, καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοῖς πατράσιν ὑμῶν·
καὶ ἀγαπήσει σε Κύριος καὶ εὐλογήσει σε καὶ [*](2 ἐλεήσητε] ελεησης B ab AF 5 αυτοις] αὐτοὺς F | συντρειψετε συντριψ. Bb) κ sup ras Bab | εκκοψετε] ἐκ (seq ras 2 litt), κο sup ras Bah | om τῶν ἕω Ba?b | κατακαύσεται Α 6 om σε 2° Ba?bAF | τῆς γης] pr Bab (superscr) 7 ἔσται B* ἐστε Ba) 8 τὸ ἀγάπαν] τὸ ἄγα sup ras Aa παραπανταπαν [sic] Α*) | om καὶ 1° Α | υριος ὑμὰς] + AF | κραταιὰ] + κ εν βραχίονι βραχειονι Ba) ὑψηλὼ Β ab(mg)AF | ελυτρωσατο] + σε #x772; Bab + σε AF 9 γνώσεσθε] γνώση BabAF | om σήμερον BabAF | θεὸς 2°] pr ο F | θεὸς 3°] pr ο BabAF | πιστος] pr ο AF καὶ ἔλεος] τὴν δ. αυτον Bab) καὶ τὸ ἕλ’. (+ αὐτοῦ F) BabAF 1011 αὐτοὶ καὶ sup ras Ba 11 om αὐτοῦ 1° Ba?bAF | om αυτου BabAF | αὐτοῦ 3°] ταύτα B aAF1mg (om αὐτοῦ F*) 12 ἔαν] ἥνικα BabAF | τα δικ.] πάντα AF | om ἀυτὰ Ba?b | διαφυλαξει] φυλάξει F | om σου F | ο 2°] καθὰ AF 13 om υριος)
εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα, καὶ ἐν τοῖς κτήνεσίν σου.
καὶ περιελεῖ κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηρὰς ἃς καὶ ὅσα ἔγνως οὐκ ἐπιθήσει ἐπὶ σέ, καὶ ἐπιθήσει αὐτὰ τοὺς μισοῦντός σε.
καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν ἃ Κύριος ὁ θεός σου δίδωσίν σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτοῖς, καὶ οὐ λατρεύσεις τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστιν σοι.
᾿Εὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου ὅτι Πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολεθρεῦσαι αὐτούς; ;
οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν Κύριος ὁ θεός σου τῶ τῷ καὶ πᾶσι τοῖς Αἰγυπτίοις,
τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέν σε Κύριος ὁ θεός σου. οὕτως ποιήσει Κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς τοὶς ἔθνεσιν οὑς σὺ ἀπὸ προσώπου αὐτῶν.
καὶ τὰς σφηκίας ἀποστελεῖ κύριος ὁ θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελιμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ·