Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου·

καὶ προβιβάσεις τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος·

καὶ αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται πρὸ ὀφθαλμῶν σου·

καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἱ καὶ τῶν πυλῶν ὑμῶν.

Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἢν ὤμοσεν κύριος τοῖς πατράσιν σου, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναί σοι πόλεις μεγάλας καὶ καλὰς ἃς οὐκ ᾠκοδόμησας,

οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους οὓς οὐκ ἐλατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς

πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας.

Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.

οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν,

ὅτι θεὸς ζηλωτὴς Κύριος ὁ θεός σου ἐν σοί· μὴ ὀργισθεὶς θυημων [*](2 AF* ὕμ’. F1mg) | ὅσας] ἃς Ba?b AF | om τὰς 2° Α | ἴνα 2°] altem sup ras B? 3 φυλαξαι αἰ sup ras (seq spat i ut vid lit) B? | ὅπως B* vid AF] ἴνα Ba (sup ras 4 vel 5 litt) | σοι η] η σοι AF 4 καὶ τὰ κρ.] τατα κρ. F | κύριος 1° Ba (κݲςݲ seq ras 3 vel 4 litt) Α] Μωυσης B* vid F °] + ἐν τῆ ἐρήμω BabmgA 5 διανοίας σου sup ras Ba j διανοίας] καρδίας AF 7 προβιβάσεις] + ἀυτὰ Bab (superscr) AF | διανιστάμενος] ανιστ. Α B ἔσται ἀσάλευτον] ἀσάλευτα F 9 γραψετε] γράψεις Α 10 om Κυριος 2° AF | Ισαακ, Ιακωβ] τὼ Ἴσ’., τὼ Ιακ. BabF 11 ξελατ. BabAF 12 επιλαθη] pr πλατυνθῇ η καρδία σου καὶ AF 13 φοβηθηση] προσκυνήσεις Α | αυτω] + μόνω Α | λατρεύσῃς Α | τὼ ὀνόματι] pr ’πι BabAF · 14 οὐ πορεύεσθε] οὐ μὴ πορεύσεσθε Α οὐ μὴ πορευ.σθε 7 | τῶν εθνων] pr τῶν θέων BabAF 15 θυμώθη] θύμω Ba?b)

356
[*](B) μωθῇ Κύριος ὁ θεός σού σοι· ἐξολεθρεύσει σε ἀπὸ προσώπου τῆς γῆς.

Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ.

φυλάσσων φυλάξη τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι·

καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κύρου τοῦ θεοῦ ὑμῶν, ἵνα εὖ σοι γένηται, καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν·

ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησεν Κὐριος.

Καὶ ἱστᾶι ὅταν ἐρωτήση σε ὁ υἱός σου αὔριον λέγων Τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῖν,.

καὶ ἐρεῖς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ κα ἐν ὑψηλῷ·

καὶ ἔδωκεν Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν,

καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν δοῦναι ἡμῖν τὴν γῆν ταύτην ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν·

καὶ ἐνετείλατο ἡμῖν Κύριος ποεῖν πάντα τὰ δικαιώματα ταῦτα, φοβεῖσθαι κύριον τὸν θεὸν ἡμῶν, γα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡ μέ ῥᾶς, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον·

καὶ ἐλέη· μοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν Κύριος. δὲ εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἢν εἰσ’· VII