Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ αὕτη ἡ εὐλογία ἢν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ.

καὶ εἶπεν

  • κύριος ἐκ Σεινὰ ἥκει,
  • καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν·
  • καὶ κατέσπευσεν ἐξ ὄρους Φαρᾶν σὺν μυριάσιν
  • ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦ.
    1. καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ,
    2. καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου.
    3. καὶ οὗτοι ὑπὸ σέ εἰσιν,
    4. καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ,
    1. νόμον ὅν ἐνετείλατο ὑμῖν Μωυσῆς,
    2. κληρονομίαν συναγωγαῖς Ἰακώβ,
    1. καὶ ἔσται ἐν τῷ ἀγαπημένῳ ἄρχον,
    2. συναχθέντων ἀρχόντων λαῶν
    3. ἅμα φυλαῖς Ἰσραήλ.
    1. Ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω,
    2. καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
    3. [*](46 ἐντελεῖσθαι BA 47 κενος] καινὸς Α | μακροημερευσητε Α | κληρο] + ἀυτὴν AF 48 ταυτη] ἐκείνη F 49 Αβαρειμ AF | Χανααν Ιεριχω BbA | ἴδε] ἴδετε Α* vid (seq ras 2 litt in Λῆ | Ισραηλ] + AF 50 om ἐν Ωρ τὼ ὄρει F* (hah F1 mg) 51 ὅτι] διότι AF | ἀντιλογίας] pr τῆς F | Σιν AF | ἡγιάσατε με] + επι του ὕδατος τῆς αντιλογιας F 52 απεναντι] pr ὅτι AF XXXIII 1 om καὶ F | ηὐλόγησεν AF Ι τῆς τελευτης] om τῆς Α 2 Σίνα BbAF 3 om καὶ ἐφείσατο του λαοῦ αὐτοῦ F 4 νόμον] λόγον F | ὕμιν Μωυσης] M. ἥμιν Α ἥμιν M. F 5 om ἄρχων Α 6 ἔστω] pr Συμέων Α)
      416
      [*](B)
    1. Καὶ αῦτη Ἰούδα·
    2. Εἰδάκουσον, κύριε, φωνῆς Ἰούδα,
    3. καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν·
    4. καὶ αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ,
    5. καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ.
    1. Καὶ τῶ Λευεὶ
    2. Δότε Λευεὶ δήλους αὐτοῦ,
    3. καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ
    4. ὅν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ,
    5. ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ’
    1. λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε,
    2. καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω,
    3. κοὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω·
    4. ἐφύλαξεν τὰ λήιά σου,
    5. καὶ τὴν διαθήκην σου διετήρησεν.
    1. δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακώβ,
    2. καὶ τὸν νόμον σου τῷ Ἰσραήλ·
    3. ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου
    4. διά παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
    1. εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ,
    2. καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι·
    3. κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ,
    4. καὶ οἱ μισοῦντες αὐτὸν μὴ αναστητωσαν.
    1. καὶ τῷ Βενιαμεὶν εἶπεν
    2. Ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς,
    3. καὶ ὁ θεὸς σκιάζει ἐπ’ αὐτῶ πάσας τὰς ἡμέρας,
    4. καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ
    1. Καὶ τῷ Ἰωσὴφ εἶπεν
    2. Ἐπ᾿ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ,
    3. ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου,
    4. καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν,
    5. [*](AF)[*](7 φωνης] pr τῆς Α | ἔλθοις ἀν’] εἰσέλθοις ἀν’ Α εισελθοι|σαν F | om και 3 AF | ἐχθρῶν] + αὐτοῦ AF 8 Λευι bis AF | eTri] ἐφ’ AF 9 λεγων] pr ο B ab (mg sinistr) AF | πατρὶ] + αυτου AF | μητρὶ] + αὐτοῦ AF | ἑόρακα B*F] εωρ. Ba?bA | οὐκ ἐπέγνω] οὐκ ὥ A a (mg) (et ut vid Λῆ + ӄ τοὺς ἀδελφοὺς (sup ras) Aa | om καὶ του, υἵους αὐτοῦ ἀπέγνω Α | απεγνω] οὐκ ἐπέγνω F 10 ὀργὴ] ἑορτὴ Ab?vid (certe superset ε ante ο) F | του θυσιαστηρίου Α 11 ἐχθρῶν επανεστηκ. ἀυτῶ] επανεστηκ. ἔχθρ’. αὐτοῦ AF 12 σκιάσει F F τὰς ἡμέρας] om τὰς F | om καὶ 3o Α 13 ἐπ’] ἀπ’ AF | ωρων] ὀρέων Α)
      417
    1. καὶ καθ’ ὥραν γενημάτων ἡλίου
    2. [*](Β)
    3. καὶ ἀπὸ συνόδων μηνῶν,
    1. ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς,
    2. καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων,
    1. καὶ καθ᾿ ὥραν γῆς πληρωσέως·
    2. καὶ ἀπὸ κορυφθίντι ἐν τῷ βάτῳ
    3. ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ,
    4. καὶ ἐπὶ κορυφῆς Δοξασθεὶς ἐπ’ ἀδελφοῖς.
    1. πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ,
    2. κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ.
    3. ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ’
    4. αὗται μυριάδες Ἐφράιμ,
    5. καὶ αὗται χιλάδες Μανασσή.
    1. Καὶ τῶ Ζαβουλὼν εἶπεν
    2. Εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου,
    3. καὶ Ἰσσαχὰρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.
    1. ἔθνη ἐξολεθρεύσουσιν· καὶ ἐπικαλέσεσθε ἐκεῖ,
    2. καὶ θύσετε θυσίαν δικαιοσύνης·
    3. ὕτι πλοῦτος θαλάσσης θηλάσει σε,
    4. καὶ ἐμπόρια παράλιον κατοικούντων.
    1. Καὶ τῶ Γὰδ εἶπεν
    2. Εὐλογημένος ἐμπλατύνων Γάδ.
    3. ὡς λέων ἀνεπαύσατο,
    4. συντρίψας βραχίονα καὶ ἄρχοντα.