Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν πρὸς αὐτούς προσέχετε τῆ καρδίᾳ ἔπι πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντε- [*](AF) [*](39 ἀποκτενῶ AF | κἄγω] κα ἐγὼ F 41 χεὶρ] χ sup ras Bab | 20] + κ εκδικησει A a? mg | ἀποδώσω] ανταποδ. AF | μισοῦσιν BF*vid] + με Α μισοῦσι με F1 vid 42 αἵματος] + καὶ η μάχαιρα μου καταφάγεται κρέα ἀφ’ αἵματος AF | εχθρων] ἐθνῶν Α 43 ἀυτῶ 1°] + πάντες Α | υἱοὶ] αγγελοι F | ἀυτῶ ο] αὐτοὺς Α* αὐτὸ Λῆ F | ἐκδικᾶται] ἐκδικεῖται Α F | εχθροις] + αυτου AF | om Κυριος F 44 Μωσης] Μωυσης AF | εισηθεν] προσῆλθεν AF | Μωυσῆς] + πρὸς ’τον λαὸν AF 45 ἐξετέλεσεν] συνετέλεσεν AF | λάλων] + τοὺς λόγους τούτους AF 46 καρδία] + ὑμῶν AF)

415
λεῖσθε τοῖς υἱοῖς ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ [*](B) νόμου τούτου·

ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν, ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύτσετε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων

Ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρείν, τοῦτο ὄρος Ναβαὺ ὅ ἐστιν ἐν γῇ Χανάαν κατὰ πρόσωπον Ἰερειχώ, καὶ ἴδε τὴν γῆν Χανάαν ἢν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραήλ·

καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου, ὅν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὥρ τῷ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

ὅτι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τοῦ ὕδατος Ἀντιλογίας Καδὴς ἐν τῇ ἐρήμῳ Σεῖν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ἰσραήλ.

ἀπέναντι ὄψῃ τὴν γῆν, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.

Καὶ αὕτη ἡ εὐλογία ἢν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ.

καὶ εἶπεν

  • κύριος ἐκ Σεινὰ ἥκει,
  • καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν·
  • καὶ κατέσπευσεν ἐξ ὄρους Φαρᾶν σὺν μυριάσιν
  • ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦ.