Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ,
  2. καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου.
  3. καὶ οὗτοι ὑπὸ σέ εἰσιν,
  4. καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ,
  1. νόμον ὅν ἐνετείλατο ὑμῖν Μωυσῆς,
  2. κληρονομίαν συναγωγαῖς Ἰακώβ,
  1. καὶ ἔσται ἐν τῷ ἀγαπημένῳ ἄρχον,
  2. συναχθέντων ἀρχόντων λαῶν
  3. ἅμα φυλαῖς Ἰσραήλ.
  1. Ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω,
  2. καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
  3. [*](46 ἐντελεῖσθαι BA 47 κενος] καινὸς Α | μακροημερευσητε Α | κληρο] + ἀυτὴν AF 48 ταυτη] ἐκείνη F 49 Αβαρειμ AF | Χανααν Ιεριχω BbA | ἴδε] ἴδετε Α* vid (seq ras 2 litt in Λῆ | Ισραηλ] + AF 50 om ἐν Ωρ τὼ ὄρει F* (hah F1 mg) 51 ὅτι] διότι AF | ἀντιλογίας] pr τῆς F | Σιν AF | ἡγιάσατε με] + επι του ὕδατος τῆς αντιλογιας F 52 απεναντι] pr ὅτι AF XXXIII 1 om καὶ F | ηὐλόγησεν AF Ι τῆς τελευτης] om τῆς Α 2 Σίνα BbAF 3 om καὶ ἐφείσατο του λαοῦ αὐτοῦ F 4 νόμον] λόγον F | ὕμιν Μωυσης] M. ἥμιν Α ἥμιν M. F 5 om ἄρχων Α 6 ἔστω] pr Συμέων Α)
    416
    [*](B)
  1. Καὶ αῦτη Ἰούδα·
  2. Εἰδάκουσον, κύριε, φωνῆς Ἰούδα,
  3. καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν·
  4. καὶ αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ,
  5. καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ.
  1. Καὶ τῶ Λευεὶ
  2. Δότε Λευεὶ δήλους αὐτοῦ,
  3. καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ
  4. ὅν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ,
  5. ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ’
  1. λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε,
  2. καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω,
  3. κοὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω·
  4. ἐφύλαξεν τὰ λήιά σου,
  5. καὶ τὴν διαθήκην σου διετήρησεν.
  1. δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακώβ,
  2. καὶ τὸν νόμον σου τῷ Ἰσραήλ·
  3. ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου
  4. διά παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
  1. εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ,
  2. καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι·
  3. κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ,
  4. καὶ οἱ μισοῦντες αὐτὸν μὴ αναστητωσαν.