Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. καὶ εἶπεν Κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν,
  2. ἐφ’ οἷς ἐπεποίθεισαν ἐπ’ αὐτοῖς ;
  1. ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε
  2. καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν.
  3. [*](27 ινα 2°] pr καὶ AF | η ηψηλη] om η AF* (superscr F1) | πάντα ταύτα F AF 28 εθνος] pr ὅτι AF 29 συνιεναι ταύτα· καταδεξ. AF 30 Κυριος] pr ο A | παρεδω|κ.αυτους F 32 σταφύλη 1°] pr η AF 35 ὅταν] pr ἐν AF | αυτων ἀυτῶν AF 36 ἔιδεν AF 37 θέοι ἀυτῶν] θεοισαυτων (sic) Α 38 ἀυτῶν ο] ἀυτῶ Α* (αυτων | ἐσθίετε)
    414
    [*](B)
  4. ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν,
  5. καὶ γενηθήτωσαν ὑμίν σκεπασταί.
  1. ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι,
  2. καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ·
  3. ἐγὼ ἀποκτέννω καὶ ζῆν ποιήσω·
  4. καὶ οὐκ ἐστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου
  1. ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου,
  2. καὶ ὀμοῦμαι τὴν δεξιάν μου
  3. καὶ ἐρῶ Σῶ ἐγὼ εἰς τὸν αἰῶνα·
  1. ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου,
  2. καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου,
  3. καὶ ἀποδώσω δίκην τοῖς ἐχθοῖς,
  4. καὶ τοῖς μισοῦσιν ἀνταποδώσω·
  1. μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος
  2. τραυματιῶν καὶ αἰχμαλωσίας,
  3. ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν.

  • εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῶ,
  • καὶ προσκυνησάτωσαν αὐτώ υἱοὶ
  • εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ,
  • ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ
  • καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἔ’ ἐχθροῖς.
  • καὶ τοῖς μισοῦσιν ἀνταποδώσει,
  • κα ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.
  • Καὶ ἔγραψεν Μωσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ· καὶ εἰσῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὧτα τοῦ λαοῦ, αὐτὸς καὶ ησοῦς ὁ τοῦ Ναυή.

    καὶ ἐξετέλεσεν Μωυσῆς λαλῶν παντὶ Ἰσραήλ·