Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν,
  2. καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
  1. οὐκ ἐφρόνησαν συνιέναι·
  2. ταύτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον,
  1. πῶς διώξεται εἷς χιλίους,
  2. εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτούς,
  3. καὶ Κύριος παρέδωκεν αὐτούς;
  1. ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν.
  2. οἱ ’δε ἐχθροὶ ἤμων ανοητοι.
  1. ἐκ ἦκ’ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν,
  2. καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας·
  3. σταφυλὴ αὐτῶν σταφυλὴ
  4. βότρυς πικρίας αὐτοῖς·
  1. θυμὸς δρακόντων ὁ οἶνος
  2. καὶ θυμὸς ἀσπίδων ἀνίατος.
  1. οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί,
  2. καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
  1. ἐν ἡμέρᾳ ἐκδικήσεω
  2. ὅταν σφαλῇ ὁ ποὺς
  3. ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτοῖς,
  4. καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
  1. ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ,
  2. καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ
  3. ἴδεν γὰρ παραλελυμένους αὐτοὺς
  4. καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ