Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
XXXII
- προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου,
- καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου·
- ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγρωστιν,
- καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον
- ὄτι τὸ ὄνομα Κυρίου ἐκάλεσα·
- δότε μεγαλωσύνην τῷ θεῷ
- θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ,
- καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις·
- θεὸ πιστός, καὶ οὐκ ἔστιν ἀδικία·
- δίκαιος καὶ ὅσιος Κύριος
- ἡμάρτοσαν, οὐκ αὐτῷ τέκνα, μωμητά·
- γενεὰ σκολιὰ καὶ διεστραμμένη.
- ταῦτα Κυρίῳ ἀνταποδίδοτε οὕτω.
- λαὸς μωρὸς καὶ οὐχὶ σοφός ;
- οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε,
- καὶ ἐποίησέν σε ;
- μνήσθητε ἡμέρας αἰῶνος,
- σύνετε ἔτη γενεῶν γενεαῖς.
- ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι·
- τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσίν σοι.
- ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, [*](AF 28 διαμαρτυρωμαι AF 29 ανομησητε Α | εκκ..νει|τε F | απο] εκ AF | τα κακα] pr και συναντησετε υμιν Α και συναντησεται ὕμ. F | τα πονηρα] το πονηρον AF εναντι AF 30 εκκλησιας] pr της Α + Ισραηλ AF ΧΧΧΙΙ 1 η γη] om η AF 3 το ονομα] om το AF 4 αδικια] + εν αυτω F amg 5 ημαρτοσαν· ουκ αυτω· τεκνα F 6 ανταποδιδοτε. ουτως F | σε 2°] + και εκτισεν σε AF 7 μνησθησθητε F* (μνησθητε F1) | γενεων γενεαις] γενεας γενεων F 7—8 συνετε ετη γενεας γενεων (in mg) επερωτησον...αγγελων θῦ (sup ras) A a 8 διεμερισεν F)
- ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, [*](B)
- ἔστησεν δρία ἐθνῶν
- κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.
411
- καὶ ἐγενήθη μερὶς Τυρίου λαὸς αὐτοῦ
- σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.