Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα· οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν· ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν, ὅσα ποιοῦσιν ὦδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν.

καὶ ἔγραψεν Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ.

καὶ ἐντείλατο Ἰησοῖ καὶ εἶπεν Ἀνδρίζου καὶ ἴσχυε· σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν ἢν ὤμοσεν Κύριος αὐτοῖς, καὶ αὐτὸς ἔσται μετὰ σοῦ.

Ἡνίκα δὲ συνετέλεσεν Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος,

καὶ ἐνετείλατο τοῖς Λευείταις τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου λέγων

Λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον·

ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν. ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ’ ὑμῶν σήμερον παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν θεόν· πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου ;

ἐκκλησιάσατε πρὸς μὲ τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν [*](17 πολλὰ] μέγαλα F | om ἔρει B* (hab B a mg) | ἐμοὶ] ὕμιν Α ἥμιν F 18 επεστρεψαν AF 19 κα 1°] + νυν Α | γράψατε] γραψατε] F διδάξατε Α | om ἀυτὴν 1° Α | ἐμβάλετε Α | γένηται μοι AF | om κάτα AF | μαρτυροῦσα] εἰς μαρτύριον AF 20 om δοῦναι αυτοις AF | om καὶ φάγονται A* vid φάγονται κ| ἐμ A a ? (mgg) ) F* vid (καὶ φάγονται F1 mg vid) | ἀλλοτρίους] + καὶ λατρεὺς οὖσιν αὐτοῖς AF | διαθήκην μου] + ἢν διεθέμην αὐτοῖς AF 21 καὶ αντικαταστ.] pr καὶ ἔσται ὅταν εὕρωσιν αὐτὸν κάκα πολλὰ καὶ θλίψεις AF | πρόσωπον] + ἀυτῶν AF | στόματος] + ἀυτῶν καὶ ἄπο AF | ποιοῦσιν] + μοι Α 22 om ταύτην F 23 ἐνετείλατο] + Μωυσης AF Ιησοι] Ιησου υἱὼ καύη AF | εἶπεν] + ἀυτῶ AF | om ἔσται F 25 Λευίταις BbAF | αἴρουσι Α 26 θήσεται Α 28 και τοθς κριτας] pr καὶ τοὺς ὑμῶν AF)

410
[*](B) καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους, καὶ διαμαρτύρομαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν.

οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε, καὶ ἐκκλινεῖτε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν· τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν, ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου, παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν.

*30 Καὶ ἐλάλησεν Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας τὰ ῥήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος· XXXII