Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. αὐτάρκησεν αὐτὸν ἐν τῇ
  2. ἐν δίψει καύματος, ἐν γῇ ἀνύδρῳ·
  3. ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτόν,
  4. καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμοῦ.
  1. ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ,
  2. καὶ ἐπὶ τοῖς νοσσοῖς αὐτοῦ ἐπεπόθησεν,
  3. διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς,
  4. καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.
  1. Κύριος μόνος ἦγεν αὐτούς,
  2. οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος.
  3. αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς,
  1. ἀνεβίβασεν αὐτοὺς γενήματα ἀγρῶν·
  2. ἐθήλασαν μέλι ἐκ πέτρας,
  3. καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας·
  1. βούτυρον βοῶν καὶ γάλα προβάτων
  2. μετὰ στέατος ἀρνῶν καὶ κριῶν,
  3. υἱῶν ταύρων καὶ τράγων
  4. μετὰ στέατος νεφρῶν πυροῦ,
  5. καὶ αἷμα σταφυλῆς ἔπιεν οἶνον.
  1. καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη,
  2. καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος,
  3. ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη·
  4. καὶ ἐνκατέλιπεν τὸν θεὸν τὸν ποιήσαντα αὐτόν,
  5. καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.
  1. παρώξυνάν με ἐπ' ἀλλοτρίοις,
  2. ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανά με·
  1. ἔθυσαν δαῖμον ἴοις καὶ οὐ θεῷ,
  2. θεοῖς οἷς οὐκ ῇδεισαν·
  3. [*](8 ως] οὑς A a 10 ἐν τῆ ερημω] ἐν γῆ ἐν γη| ερ. (sic) F | om γῆ AF | κορην B b A 11 αὐτοῦ ο] ἀυτῶν F 12 οὐκ ἢν] pr καὶ AF 14 ἔπιον Α επι.ν F 15 ἐνεπλήσθη] + καὶ ἐπαχύνθη F Ι ενκατελιπεν εγκ. Bb)] εγκατ- AF | ’τον θέον] om ’τον AF 16 εβδελ. A* εν βδελ. A1) εξεπικρ. AF)
    412
    [*](B)
  4. καινοὶ πρόσφατοι ῆκαστιν,
  5. οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.
  1. θεὸν τὸν γεννήσαντά σε ἐνκατέλιπες,
  2. καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε.