Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐκκλησιάσας τὸν λαόν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβεῖσθαι Τύριον τὸν θεὸν ὑμῶν, καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου·

καὶ οἱ υἱοὶ αὐτῶν οἳ οὐκ οἴδασιν ἀκούσονται, καὶ μαθήσονται φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς εἰς ἢν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομεῖν αὐτήν.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον Ἰησοῦν, καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ. καὶ ἐπορεύθη Μωυσῆς κα Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, κοὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ κατέβη κύριος ἐν νεφέλῃ, καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔστη ὁ στύλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς.

Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἴδου σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσίν με, καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἢν διεθέμην αὐτοῖς.

καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ καταλείψω αὐτοὺς καὶ [*](AF 8 μέτα σου] pr σοι AF | οὐδὲ] οὐδ’ οὐ Α | εγκαταλεπη B b A (sic) F | om σε 2° F 9 τὰ ῥήματα] pr πάντα AF | ἔδωκεν] + αὐτὸ AF + τοῖς υἱοῖς Λευι AF | αἴρουσι AF | τῶν ὑιῶν] om τῶν F 10 αὐτοῖς AF 11 υμων] σου AF | ω] ὂν Α | κύριος] + ο ݲθݲς σου Α | ἔναντι F 12 εκκλησιασας] εκκλησασατε AF | προσ- ΄] + σου Α | ὑμῶν 1°] σου AF 13 σου] ὑμῶν AF | οσας] ἃς F AF —15 om και εντελουμαι...μαρτυριου ° τελοῦμαι ἀυτῶ sup ras καὶ επορευθη...ο στῦλος in mg inf B ab) 15 νεφελη] στύλῳ νεφέλης AF | πάρα bis] εἶ AF | σκηνης 2°] + του μαρτυριου B ab (mg) A* vid (σκηνης| του μαρτ. in mg et sup ras A a ?) 16 κοιμᾶσαι Α | εισπορευεται] + ἔκει εἰς ἀυτὴν AF | καταλειψουσιν] εγκαταλ. 17 εἰς αυτους] αὐτοῖς Α)

409
τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, καὶ ἱστᾶι κατάβρωμα· καὶ εὑρήσουσιν [*](B) αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις, καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Διότι

οὐκ ἔστιν Κύριος ὁ θεός μου ἐν ἐμοί, εὕροσάν με τὰ κακὰ ταῦτα. δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν, ὅτι ἀπέστρεψαν ἐπὶ θεούς ἀλλοτρίους.

καὶ γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης, καὶ αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα μοι γένηται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον, μαρτυροῦσα ἐν υἱοῖς Ἰσραήλ.

εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν ἢν ὤμοσα πατράσιν αὐτῶν, δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν, καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ παροξυνοῦσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου.