Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου· οὗτος ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησεν κύριος.

καὶ ποιήσει Κύριος ὁ θεός σου αὐτοῖς καθὰ ἐποίησεν Σηὼν καὶ Ὤγ, τοῖς δυσὶ βασιλεῦσιν τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλέθρευσεν αὐτοὺς

καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν· καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν.

ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσῃς μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ’ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ οὔτε μή σε ἐνκαταλίπῃ.

Καὶ Καὶ ἐκάλεσεν Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῶ ἔναντι παντὸς Ἰσραήλ Ἀνδρίζου καὶ ἴσχυε· σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἢν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτοῖς·

καὶ κύριος [*](17 προσκυνήσεις AF | λατρεύσεις Α 18 τῆς γῆς] + ἦς ݲκݲς ο ݲθݲς σοι AF | κληρονομῆσαι AF 19 εκλεξαι] καὶ ἐκλέξεται A* καὶ ἔκλεξαι A 1 ? a ? (εκλεξε) F | ζοὴν 2°] εὐλογίαν Α | om σὺ 1 B | τὸ κατοικειν] om τὸ AF XXXI 2 καὶ 3°] η Α 3 AF 4 om ο θεὸς σου AF | αὐτοῖς ݲκݲς; Α | καθὰ] καθὼς AF | δυσι] om τοῖς AF | βασιλεύσει (sic) AF 5 ὕμιν 1°] ενωπιον ὑμῶν AF om κα ποιησετε...υμιν 2° B* (hab B ab (mg) AF) | καθοτι] καθὰ F 6 διλια Α δηλια F | ο προπορ.] pr οὕτος AF | om ἐν ὕμιν AF | οὔτε 1°] οὐ AF | οὔτε 2°] οὐδ’ οὐ Α | εγκαταλειπη B b AF 7 ἤμων] ἀυτῶν F | αὐτοῖς 2°] pr ἀυτὴν AF 8 καὶ ݲκݲς οσυνπροπορ. A)

408
[*](B) ὁ συνπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐν ἐνκαταλίπῃ σε, μὴ φοβοῦ μηδὲ δειλία.

Καὶ ἔγραψεν Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκεν τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ τοῖς πρεσβυτέροις τῶν υἱῶν Ἰσραήλ.

καὶ ἐνετείλατο αὐτοῖς Μωυσῆς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας,

ἐν τῷ συνπορεύεσθαι πάντα Ἰσραὴλ ὀφθῆναι ἐνώπιον κυρίου τοῦ θεοῦ ὑμῶν, ἐν τῶ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ἰσραὴλ εἰς τὰ ὦτα αὐτῶν·