Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς πατρὸς ἢ μητρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ νύμφης αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάπατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάπατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς. καὶ ἐροῦσιν πᾶς ὁ λᾶος Γένοιτο.