Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν κα χωνευτόν, βδέλυγμα [*](AF XXVII 1 Ισραηλειτων B* vid] Ισραηλ λέγων B a AF | om ταύτας F 2 κονίας A* κονια Α ?) 3 om τούτων AF | ἔαν] ἀν’ Α | εισελθης Α | τῶν πατέρων] ὢν πατέρων Α* (τ superscr A1) 5 ݲκݲω τὼ θυσιαστήριον Α | αυτο] αὐτοὺς AF 6 θυσιαστήριον] pr τὸ AF | αυτο] αὐτοῦ AF | τὰ ὁλοκαυτώματα] ὁλοκαυτώματα Α ὁλοκαύτωμα F 7 om ἔκει AF | θυσίαν σωτηρίου] θυσιαστήριον A + ݲκݲω A + ݲκݲω τω ݲθݲω σου Α + κυριω F | φάγῃ] + ἔκει AF | ἔναντι AF 9 οἱ Λευειται (Αευιτ. B b AF item pr καὶ Α 10 ὅσα] α F 11 τὼ λάω] pr παντ’ A a παντι τὼ λάω, ἐν sup ras) 12 Λευι B b AF pr κα Α | Ιουδας AF | Ισαχαρ F* Ισσ. F1) Βενιαμειν] ἱν sup ras A a 14 παντὶ Ισρ.] τὼ Ισρ. F 15 pr ο AF | βδέλυγμα ݲκݲω sup ras A a (inter υ, γ ras 3)

397
κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. καὶ [*](B) ἀποκριθεὶς ὁ λαὸς ἐροῦσιν Γένοιτο.

Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάπατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ γυναικὸς ἐκ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συνκάλυμμα τοῦ πατρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.