Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω ἐπὶ πάντα τὰ ἔθην τῆς γῆς·

καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε, ἐὰν ἀκοῇ ἀκούσης τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου.

εὐλογημένος σὺ ἐν πόλει, καὶ εὑλογημένος σὺ ἐν ἀγρῷ·

εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια [*](15 τεχνιτῶν] τεχνίτου AF | ο λαος] pr πᾶς AF | ἐροῦσιν] ἔρει AF | γένοιτο] AF + γένοιτο F 16 γένοιτο] + γένοιτο Α 19 ὃς av] pr πας F 20 ἐκ πατρὸς] του π. AF 21 om παντὸς Α | ἐροῦσιν] ἔρει F 22 ἀδελφῆς] + αὐτοῦ F | πατρὸς] pr ἐκ AF | μητρὸς] pr ἐκ AF 23 νυμφης] πενθερας AF | om ἐπικατάρατος 2°...γενοιτο 2° AF 24 om 26 ἄνθρωπος] pr ο AF | ος] ὅστις Α | πασι B b AF | νόμου] βιβλίου F | ποιησαι] pr του AF XXVIII 1 καὶ ἔσται] + ως ἀν’ διάβητε ’τον Ιορδανην εἰς τὴν γῆν ἢν ݲκݲς ο θς θς ὑμῶν δίδωσιν ὕμιν AF | εισακουσητε εἰσακούσητε AF AF | ταύτας] om Α αὐτοῦ F | om σου 2° Α | ἔπι πάντα τὰ ἔθνη] πάντων εθνων AF 2 ακουσης] εισακουσης Α 4 κοιλίας σου] + καὶ τὰ γένη. μάτα τῆς γῆς σου B ab(mg) F + καὶ τὰ ἔκγονα τῆς γῆς σου Α)

398
[*](B) τῶν προβάτων σου·

εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐνκαταλίμματά σου.

εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλσγημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.