Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ.

Στρεπτὰ ποιήσεις σεαυτῷ ἐπὶ τῶν τεσσάρων κρασπέδων τῶν περιβολαίων σου, ἃ ἐὰν περιβάλῃ ἐν αὐτοῖς.

Ἐἀν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ μισήσῃ αὐτήν,

καὶ καὶ ἐπιθῇ αὐτῇ προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν καὶ λέγῃ τὴν γυναῖκα ταύτην ταύτην καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς τὰ παρθένια·

καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ ἐξοίσουσιν τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην,

καὶ ἐρεῖ ὁ πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ τὴν θυγατέρα μου ταύτην δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν

νῦν οὗτος ἐπιτίθησιν αὐτῇ προφασιστικούς λόγους, λέγων οὐχ εὕρηκα τῇ θυγατρί σου παρθένια, καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου, καὶ ἀναπτύξουσιν τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως.

καὶ λήμψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνθρωπον ἐκεῖνον καὶ παιδεύσουσιν αὐτόν,

καὶ [*](3 ευρης] + ἀυτὰ AF | ὑπεριδεῖν] + ἀυτὰ A a(mg) 4 ὄφη] υπεροψη in AF mg et sup ras Aa? | πεπτωκότα AF | υπερειδης F | αὐτοὺς] ἀυτὰ AF | ἄνα. στήσεις] + ἀυτὰ Α | μετ’ αὐτοῦ] μέτα σου Α 5 om ὅτι Α 6 δένδρει (δενδρι B*A)] δένδρω BabF 7 πολυήμερος] μακροήμερος F | γένη] ἔση 8 eov] + ’δε AF | om και 1° Α | αὐτοῦ] ἀύτης Α 9 κατασπερει σὸν B*vid κατασπερεῖς ’τον αμπ. Bab) | δίφορον BF?vid (ras α teste Field) διαφορον AF* δι.φορον | σπείρης AF 11 ἐν τὼ ἀυτῶ] ἔπι τὸ αὐτὸ Α 12 ἔαν] ἀν’ AF | περιβάλῃ BAF*] περιβάλλῃ F1 14 τὰ παρθ.] om τὰ F 17 νυν οὕτος] αὐτὸς νυν AF | ἔναντι AF | πολεως] + ἐκείνης Aa? ὡς εκει|νης in mg et sup ras) 18 παιδεύσωσιν Α)

388
[*](B) ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους καὶ δώσουσιν τῷ πατρὶ τῆς νεανιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλεῖτιν· καὶ αὐτοῦ ἱστᾶι γυνή, οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.

ἐὰν ἐὰν δὲ ἐπ’ ἀληθείας γένηται ὁ λόγος οὗτος καὶ μὴ εὑρεθῇ παρθένια τῇ νεάνιδι,