Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐξάξουσιν τὴν νεᾶνιν ἐπὶ τὰς θύρας τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν ἐν λίθοις καὶ ι, ὅτι ἐποίησεν ἀφροσύνην ἐν υἱοῖς Ἰσραήλ, ἐκπορνεῦαὐτῆς· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν ἀυτῶν.

Ἐὰν δὲ εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνοικισμένης ἀνδρί, ἀποκτενεῖτε ἀμφοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς καὶ τὴν γυναῖκα· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ.

Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί, καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει κοιμηθῇ μετ’αὐτῆς

ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ λιθοβοληθήσονται ἐν λίθοις καὶ ἀποθανοῦνται· τὴν νεᾶνιν, ὄτι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ τὸν ἄνθρωπον, ὅτι ἐταπείνωσεν τὴν γυναῖκα τοῦ πλησίον. καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Ἐὰν δὲ ἐν πεδίω εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην καὶ βιασάμενος κοιμηθῇ μετ’ αὐτῆς, ἀποκτενεῖτε τὸν κοιμώμενον μετ’ αὐτῆς μόνον,

καὶ καὶ τῇ νεάνιδι οὐκ ἔστιν ἁμάρτημα θανάτου· ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον καὶ φονεύσῃ αὐτοῦ ψύχην, οὕτως τὸ πρᾶγμα τοῦτο.

ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν, ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ οὐκ ἦν ὁ βοηθήσων αὐτῇ.

ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετ’ αὐτῆς, καὶ εὑρεθῇ·

δώσει ὁ ἄνθρωπος κοιμηθεὶς μετ’ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα, ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή, ἀνθ’ ὧν ἐταπείνωσεν αὐτὴν· οὐ [*](AY 19 Ισραηλιτιν BbF | δυνήσει A* δυνήσεται Α?) 21 θυρ Α + του οικου F | του πατρὸς] om του Α | ἀυτὴν] + οἱ ἄνδρες τ αυτης AF 22 om κοιμώμενος F | συνῳκισμένης AF | ἀμφ’·] pr ἄμα Α τον ανδρα] τον τε ἄνδρα Α | Ισραηλ] ὕμ’ F εμνηστευμενη Α | om πολει Α*vid πόλει κοιμηθῇ sup ras A a | μετ’ αυτης] ταύτης Α (sed τ 1 ad μετ’ cuius duae poster litt per ras exciderunt) 24 om αυτων 1 F | πλήσιον] + αὐτοῦ AF 25 ’τον κοιμ.] pr ’τον ἄνον AP 26 καὶ τῆ νεάνιδι τῆ δε νέαν. AF + οὐ Α ουκ εστιν + τηωεανιδι Bab (superscr) AF | ὡς ει] pr ὅτι AF | ἔπι sup ras Ba ’i πλήσιον] + αὐτοῦ AF 27 οὐκ ἢν ο βοηθήσων] ο βοηθῶν οὐκ εστιν ἀυτὴ Α ο βοηθήσων οὐκ ἢν ἀυτὴ F 28 βιασαμενος] + ἀυτὴν AF 29 δίδραγμα F | ἀνθ’ ὢν] ἀνθ’ οὐ Α)

389
[*]((XIII)) δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνοι.

Οὐ [*](B) ἄνθρωπος τὴν γυναῖκα τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἀποει συνκάλυμμα τοῦ πατρὸς αὐτοῦ.