Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενα ἐν τῇ ὁδῷ, μὴ ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῶ ἀδελφῷ σου καὶ ἀποδώσεις αὐτῷ.

ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ μηδὲ ἐπίστῃ αὐτόν, συνάξεις αὐτὸν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτῷ.

οὔτως ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτως ποιήσεις κατὰ πᾶσαν ἀπωλίαν τοῦ ἀδελφοῦ σου ὅσα ἐὰν ἀπότω [*](AF 16 υἱὼ] ’τον υἱὸν AF 17 πρωτοτόκια F 18 om ’δε F | πατρὸς], + αὐτοῦ AF | om καὶ φωνὴν μητρὸς F | μητρὸς] + αὐτοῦ Α | παιδευωσιν AF 18—19 om αὐτὸν καὶ μὴ εισακουη εισακουδης A1) ἀυτῶν κα συλλαβόντες (hab Βab(mg)) 19 om καὶ 3° AF | του τόπου] τῆς πόλεως αὐτοῦ Α τόπου ἀυτῶν F 20 om καὶ ἐροῦσιν τοῖς ἀνδράσιν τῆς πόλεως ἀυτῶν F ἀυτῶν] αὐτοῦ Α | ο ὑίος] pr λέγοντες FlmS | οὐχ ὑπακούει] οὐκ ἀκούει Α οινοφρυγει Β* οινοφλ. Bab) 21 αὐτὸν BabAF] αὐτοὺς B* 22 om ἐν F | κρεμάσητε] κρεμάση Α 23 οὐ κοιμ.] οὑ επικοιμ. AF | αυτο | αὐτὸν AF | κεκατηραμενος AF | οὐ 2°] + μὴ AF | μιανειτε] μιανειται Α νῆται F XXII 1 πλανώμενον F | om μὴ 2° AF | ἀυτῶ] + ἀυτὰ ἀυτὰ τὼ ἀδελφὼ σου F 2 πρὸς σε ο ἃ σου AF | ἐπίστη AF] εγγιζη B αὐτὸν 1°] αὐτὸ (sup ras) Aa? | συνάξεις BA1?a? (sup ras seq spat 4 vel 5 συνεξεις F | αὐτὸν 2°] ἀυτὰ AF | ἀυτῶ] pr ἀυτὰ AF 3 αὐτοῦ 1°] τὸ ἱμάτιον αὐτοῦ AF)

387
λῆται παρ’ αὐτοῦ καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν.

Οὐκ ὄψῃ τὸν [*](Β) ὄνον τοῦ ἀδελφοῦ σου ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ· μὴ ὑπερίδῃς αὐτούς· ἀνιστῶν ἀναστήσεις μετ’ αὐτοῦ.

οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικίαν· ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν πᾶς ποιῶν ταῦτα.

Ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ ἢ ἐπί παντὶ δένδρει ἢ ἐπὶ τῆς γῆς, νοσσοῖς ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπη ἐπὶ τῶν νοσσῶν ἢ ἐπὶ τῶν ὠῶν , οὐ λήμψῃ τὴν μητέρα μετὰ τῶν τέκνων·

ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήμψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται καὶ πολυήμερος γένῃ.

Ἐὰν οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ τῷ δώματί σου· καὶ οὐ ποιήσεις φόνον ἐν τῆ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ’ αὐτοῦ.

Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου δίφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γένημα καὶ τὸ σπέρμα ὃ ἐὰν σπείρῃ μετὰ τοῦ γενήματος τοῦ ἀμπελῶνός σου.

οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό.