Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῶ, καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ἰσραήλ, καὶ εὖ σοι ἱστᾶι.

Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ.

Οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ πᾶσαν ἁμαρτίαν ἣν ἂν ἁμάρτῃ· ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων στήσεται πᾶν ῥῆμα.

ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν,

καὶ καὶ γνώσονται οἱ δύο ἄνθρωποι οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία ἔναντι κυρίου καὶ ἔναντι τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν οι ἐὰν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις,

καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα, ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ.

καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν [*](AF 8—9 om πασαν...ακουσης B*vid (hab Bab(mginf)) 9 ἀκούσης] Α εισακουσης F | σοι ἐντέλλομαι F | σαυτω] ἀυτῶ B* vid σεαυτῷ AF τρεῖς 2°] τρὶς Α | ταύτας 2°] pr πόλεις Α 10 γῆ] γη] + σου AF | η] om σου Α 11 om ἐν σοι AF | πλήσιον] + αὐτοῦ AF | αὐτοῦ ψύχην αὐτοῦ τὴν ψ. Α αὐτὸν ψύχη F 12 τῶν ἀγχιστευόντων] τὼ αγχιστευοντι AF 14 πλήσιον] + σου AF | πατερες] πρότεροι Α | κληρονομία] + σου AF | η 1°] ἢν Α | η 2°] ην AF | ἐν κλήρω] + κληρονομῆσαι αυτην κλήρω κλη|ρονομησαι ἀυτὴν in mg et sup ras) 15 ἐμμένεις B* ἐμμένει Bab) | ἀν’] ἔαν AF | στήσεται] σταθησεταί AF 17 γνωσονται] στῆ σονται BabAF | ἔαν] ἀν’ AF 19 ποιήσεται Α | επονηρευσατο] + τὼ πλήσιον Α | om κάτα του ἀδελφοῦ αὐτοῦ Α | ἐξαρεῖτε AF)

383

καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται, καὶ οὐ προσθήσουσιν [*](B) ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο τὸ πονηρὸν ἐν ὑμῖν.

οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ· ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός.

Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἴδης ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν· ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ, ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου.