Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
στόχασαί σοι τὴν ὁδόν· καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου ἢν κατα- μερίζει σοι κύριος ὁ θεός σου, καὶ ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ.
τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ ὃς ἂν φύγῃ ἐκεῖ καὶ ζήσεται· ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ τρίτης.
καὶ ὃς ἂν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται·
ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος, ὅτι παρατεθέρμανται τῇ καρδίᾳ, καὶ καταλάβῃ αὐτόν, ἐὰν μακροτέρα ἦν ἡ ὁδός, καὶ πατάξῃ αὐτοῦ ψυχήν· καὶ τούτῳ οὐκ ἔστιν κρίσις θανάτου, ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης.
διὰ τοῦτο ἐγὼ ἐντέλλομαί σοι [*](19 ο ανθρωπος] + ἐκεῖνος AF | ἀκούση] + τῶν λόγων αὐτοῦ AF | ἔαν 2°] F | om ἐκεῖνος AF | ἔπι τὼ ὂν. μου ο προφ. Α | ἐκδικῶ F 20 ἀν’ 1°] ν Α | ῥῆμα ἔπι τὼ ὂν. μου AF | προσέταξα προσ|εταξα Β* προσε|ταξα Bb)] ἀυτῶ AF ἐν] ἐπ’ AF 21 ειπης] λέγης F 22 εαν] ἀν’ F | om εκεις, 1° AF τοι ὀνόματ’] pr ἔπι AF | γένηται] + τὸ ῥῆμα AF | om | om ο 2° F | om ἐκεῖνος 2° Α* (hab A1?a?(mg) F | αὐτοῦ] pr IX 1 ο θεὸς 2°] + σου AF | γῆν] + ἀυτῶν AF | κατακληρονομήσεις AF τοικησης AF | καὶ ἐν τοῖς οἴκοις ἀυτῶν bis scr F 3 καταμεριει F | φουτη] pr τὼ Α 4 εσται] ἐστιν AF | οὐκ εἰδὼς] ακουσιως AF | χθὲς | τριτης] *vid(??) pr πρὸ τῆ AF 5 πλήσιον] + αὐτοῦ AF | εκκρουσθη Α*vidF] εκκρουση Α a 6 του αιματος] τὸ αἷμα F | τῆ καρδίαι τῆ αὐτοῦ Α τὴν καρδίαν αὐτοῦ F | ἢν] η AF | ψυχην] pr τὴν AF + καὶ F | χθὲς Bb | οὐδὲ] καὶ AF 7 σοι ἐντέλλομαι AF)
ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ θεός σου τὰ ὅριά σου ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δῷ σοι κύριος πᾶσαν τὴν γῆν ἣν εἶπεν δοῦναι τοῖς πατράσιν σου,
ἐὰν ἀκούσῃς ποιεῖν πόσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας· καὶ προσθήσεις σαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας·
καὶ κα οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῆ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ, καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος.
ἐὰν δὲ γένηται ἐν σοὶ ἄνθρωπος ῥῶπος μισῶν τὸν πλησίον, καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ’ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν, καὶ ἀποθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων.
καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ κα λῆμ’· ψονται αὐτὸν ἐκεῖθεν, καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται·