Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ καὶ ἐρεῖ πρὸς αὐτούς Ἄκουε, Ἰσραήλ·

ὑμεῖς πορεύεσεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν,

ὅτι Κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ’ ὑμῶν, σαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν, διασῶσαι ὑμᾶς.

καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν κοινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ένκαινιεῖ αὐτήν.

καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ άποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ.

καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίον αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήμψεται αὐτήν.

καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσιν τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῆ πορευέσθω πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ.

καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν, καὶ καταστὴσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ.

Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτούς, καὶ ἐκκάλεσαι αὐτοὺς [*](20 προσθήσουσιν] σου|σιν in mg et sup ras Aavid | ποιησαι] ποιεῖν Α | τὸ AF τοῦτο AF 21 σου] σ sup ras Aa | οφθαλμον| αντι..οδοντος in mg et sup ras A a | πόδα ἀντὶ ποδὸς χεῖρα ἀντὶ χειρὸς F | ποδος] + καθότι ἀν’ δῶ μῶμον τὼ πλήσιον οὕτως δοθήσεται ἀυτῶ Babmsinf Α χχ 1 ἀπ’] ἐπ’ F | om μέτα σου F 3 πορεύεσθε] προσπορεύεσθαι Α προσπορεύεσθε F ’τον πολεμον] Om ’τον AF | εκκλινετε] εκκλεινητε Α εκκλεινηται F 4 διακαι pr AF 5 ἀποστραφήτω] ἐπιστραφήτω AF | ἕτερος] ἑταῖρος Α | ι (εγκενιει Α) ἀυτὴν] κληρονομήσει αὐτὸν F 6 ηὐφράνθη AF AF 7 ο ἄνθρωπος] om ο F* (superscr F1) | ἀποστραφήτω] AF 8 δειλιανη διλ. Β*Α)] διλα|νη F I του ἀδελφοῦ] pr αὐτοῦ καὶ Α 9 στρατείας F 10 αὐτοὺς 1°] αὔην AF | εκκαλεσαι] Α εκκαλεσης F)

384
[*](B) μετ’ εἰρήνης.

ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσίν σοι καὶ ἀνοίξωσίν σοι, ἕαται πᾶς ὁ λαός, οἱ εὑρεθέντες ἐν αὐτῇ, ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου.