Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν, οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ·

ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῶ σου, καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς.

Οὐ φάγεσθε πᾶν βδέλυγμα.

ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν, καὶ ἀμνὸν ἐκ προβάτων, καὶ χίμαρον ἐξ αἰγῶν,

ἔλαφον καὶ δορκάδα καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν·

πὰν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὐνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε.

καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας, τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον· ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχη- λοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν.

καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχιστῆρας ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, ὐτῶν οὐχ ἅψεσθε.

Καὶ ταῦτα φάγεσθε ἀπὸ τῶν ἐν τῶ ὕδατι. πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ [*](AF) [*](16 συναξεις] συνα|ξει sup ras Bab | πανδημὶ AF Ι ἔναντι AF 17 om καὶ 1° AF | οὐδὲν ἄπο του αναθ. εν τῆ Χ. σου AF | θύμου] pr του F Ι δώῃ F | καὶ πληθύνει σε καὶ ἐλεήσει σε Α Ι ὂν τρόπον] pr κα πλησθησι καθὼς ἐλάλησεν σοι Α pr καθ’. ελαλ. σοι F | ωμοσεν] + κݲςݲ AF 18 ἔαν] + ’δε (superscr) F | ακουσης] εἰσακούσητε AF | τὰς ἐντολὰς] pr πάσας AF Ι οσας] ἃς AF | τὸ κάλον καὶ τὸ ἀρεστὸν AF | ἔναντι AF XIV 1 οὐκ ἐπιθήσετε επιθησεταιΑ) pr οὐ φοιβήσετε ΒabmgAF 2 om σε 1° A*vid A?(mg)) F Ι γένεσθε Α | om σε 2° Α 4 κτήνη] pr τὰ AF 5 καὶ βούβαλον καὶ τραγέλαφον AF | πυδαργον Α | ὀρῆα] pr κα AF 6 διχηλουν] διχηλευον Α Ι ονυχιζων Α Ι ἀνάγων B 7 χοιρογυ|λιον B χυρογυλιον Α* χυρογρ.Α1) F Ι αναγουσιν] ἀνάγει Α ἀνάγουσιν | σιν (sic) F Ι μηρυκισμὸν 2°] + ταύτα AF | ἀκάθαρτα ταύτα] om ταύτα AF 8 om ὁπλὴν Α Ι ὄνυχι· στηρας] ὄνυχας AF Ι οὐ μαρυκαται] οὐκ αναμαρυκαται Α | τῶν θνησιμ.] pr καὶ AF 9 τὼ υδατι] τοῖς ὕδασιν AF | om ἐν ° AF)

372
λεπίδες φάγεσθε.

καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ B λεπίδες οὐ φάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστιν.

Πᾶν ὄρνεον καθαρὸν φάγεσθε.

καὶ ταῦτα οὐ φάγεσθε ἀπ’ αὐτῶν. τὸν ἀετὸν καὶ τὸν γρῦπα καὶ τὸν ἁλιάετον,

καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ,

καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον,

καὶ ἁ καὶ κύκνον καὶ εἶβιν,

καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμ αὐτῷ, καὶ ὔποπα καὶ νυκτικόρακα,

καὶ πελεκᾶνα καὶ καὶ τὰ αὐτῷ, αὐτῷ, καὶ πορφυρίωνα καὶ νυκτερίδα.

πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ὑμῖν ἐστιν, οὐ φάγεσθε ἀπ’ αὐτῶν.